Ancient Greek · ~7 min
Book 5, lines 5.227-5.233
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 5.227-233
Not analysed yet
Ἡμερίδας τρυγόωσιν ἐτήσιον, οὐδέ τις αὐτῶν
τοὺς ἕλικας, κόπτων βότρυν, ἀποστρέφεται.
ἀλλά σε τὴν ῥοδόπηχυν, ἐμῆς ἀνάθημα μερίμνης,
ὑγρὸν ἐνιπλέξας ἅμματι δεσμόν; ,ἔχω,
καὶ τρυγόω τὸν ἔρωτα· καὶ οὐ θέρος, οὐκ ἔαρ ἄλλο
οἶδα μένειν, ὅτι μοι πᾶσα γέμεις χαρίτων.
ὧδε καὶ ἡβήσειας ὅλον χρόνον εἰ δέ τις ἔλθῃ
λοξὸς ἕλιξ ῥυτίδων, τλήσομαι ὡς φιλέων.
εἰπὲ τίνι πλέξεις ἔτι βόστρυχον, ἢ τίνι χεῖρας
φαιδρυνέεις, ὀνύχων ἀμφιτεμὼν ἀκίδα;
ἐς τί δὲ κοσμήσεις ἁλιανθέι φάρεα κόχλῳ,
μηκέτι τῆς καλῆς ἐγγὺς ἐὼν Ῥοδόπης;
ὄμμασιν οἷς Ῥοδόπην οὐ δέρκομαι, οὐδὲ φαεινῆς
φέγγος ἰδεῖν ἐθέλω χρύσεον Ἠριπόλης.
τὴν Νιόβην κλαίουσαν ἰδών ποτε βουκόλος ἀνὴρ
θάμβεεν, εἰ λείβειν δάκρυον οἶδε λίθος·
αὐτὰρ ἐμὲ στενάχοντα τόσης κατὰ νυκτὸς ὁμίχλην
ἔμπνοος Εὐίππης οὐκ ἐλέαιρε λίθος.
αἴτιος ἀμφοτέροισιν ἔρως, ὀχετηγὸς ἀνίης
τῇ Νιόβῃ τεκέων, αὐτὰρ ἐμοὶ παθέων.
χρυσῆς εἰρύσσασα μίαν τρίχα Δωρὶς ἐθείρης,
οἷα δορικτήτους δῆσεν ἐμεῦ παλάμας·
αὐτὰρ ἐγὼ τὸ πρὶν μὲν ἐκάγχασα, δεσμὰ τινάξαι
Δωρίδος ἱμερτῆς εὐμαρὲς οἰόμενος·
ὡς δὲ διαρρῆξαι σθένος οὐκ ἔχον, ἔστενον ἤδη,
οἷά τε χαλκείῃ σφιγκτὸς ἀλυκτοπέδῃ.
καὶ νῦν ὁ τρισάποτμος ἀπὸ τριχὸς ἠέρτημαι,
δεσπότις ἔνθʼ ἐρύσῃ, πυκνὰ μεθελκόμενος.
τὸ στόμα ταῖς Χαρίτεσσι, προσώπατα δʼ ἄνθεσι θάλλει,
ὄμματα τῇ παφίῃ, τὼ χέρε τῇ κιθάρῃ.
συλεύεις βλεφάρων φάος ὄμμασιν, οὖας ἀοιδῇ·
πάντοθεν ἀγρεύεις τλήμονας ἠιθέους.
Ἱππομένην φιλέουσα, νόον προσέρεισα Λεάνδρῳ·
ἐν δὲ Λεανδρείοις χείλεσι πηγνυμένη,
εἰκόνα τὴν Ξάνθοιο φέρω φρεσί· πλεξαμένη δὲ
Ξάνθον, ἐς Ἱππομένην νόστιμον ἦτορ ἄγω.
πάντα τὸν ἐν παλάμῃσιν ἀναίνομαι· ἄλλοτε δʼ ἄλλον
αἰὲν ἀμοιβαίοις πήχεσι δεχνυμένη,
ἀφνειὴν Κυθέρειαν ὑπέρχομαι. εἰ δέ τις ἡμῖν
μέμφεται, ἐν πενίῃ μιμνέτω οἰογάμῳ.
αὔριον ἀθρήσω σε. τὸ δʼ οὔ ποτε γίνεται ἡμῖν,
ἠθάδος ἀμβολίης αἰὲν ἀεξομένης.
ταῦτά μοι ἱμείροντι χαρίζεαι· ἄλλα δʼ ἐς ἄλλους
δῶρα φέρεις, ἐμέθεν πίστιν ἀπειπαμένη.
ὄψομαι ἑσπερίη σε. τί δʼ ἕσπερός ἐστι γυναικῶν;
γῆρας ἀμετρήτῳ πληθόμενον ῥυτίδι.