Ancient Greek · ~3 min
Book 5, lines 5.234-5.236
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 5.234-236
Not analysed yet
ὁ πρὶν ἀμαλθάκτοισιν ὑπὸ φρεσὶν ἡδὺν ἐν ἥβῃ
οἰστροφόρου Παφίης θεσμὸν ἀπειπάμενος,
γυιοβόροις βελέεσσιν ἀνέμβατος ὁ πρὶν Ἐρώτων,
αὐχένα σοι κλίνω, Κύπρι, μεσαιπόλιος.
δέξο με καγχαλόωσα, σοφὴν ὅτι Παλλάδα νικᾷς
νῦν πλέον ἢ τὸ πάρος μήλῳ ἔφʼ Ἑσπερίδων.
ἦλθες ἐμοὶ ποθέοντι παρʼ ἐλπίδα· τὴν δʼ ἐνὶ θυμῷ
ἐξεσάλαξας ὅλην θάμβεϊ φαντασίην,
καὶ τρομέω, κραδίη τε βυθῷ πελεμίζεται οἴστρῳ,
ψυχῆς πνιγομένης κύματι Κυπριδίῳ.
ἀλλʼ ἐμὲ τὸν ναυηγὸν ἐπʼ ἠπείροιο φανέντα
σῶε, τεῶν λιμένων ἔνδοθι δεξαμένη.
ναὶ τάχα Τανταλέης Ἀχερόντια πήματα ποινῆς
ἡμετέρων ἀχέων ἐστὶν ἐλαφρότερα.
οὐ γὰρ ἰδὼν σέο κάλλος, ἀπείργετο χείλεα μῖξαι
χείλεϊ σῷ, ῥοδέων ἁβροτέρῳ καλύκων,
Τάνταλος ἀκριτόδακρυς, ὑπερτέλλοντα δὲ πέτρον
δείδιεν ἀλλὰ θανεῖν δεύτερον οὐ δύναται.
αὐτὰρ ἐγὼ ζωὸς μὲν ἐὼν κατατήκομαι οἴστρῳ,
ἐκ δʼ ὀλιγοδρανίης καὶ μόρον ἐγγὺς ἔχω.