Ancient Greek · ~7 min
Book 5, lines 5.238-5.243
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 5.238-243
Not analysed yet
τὸ ξίφος ἐκ κολεοῖο τί σύρεται; οὐ μὰ σέ, κούρη,
οὐχ ἵνα τι πρήξω Κύπριδος ἀλλότριον,
ἀλλʼ ἵνα σοι τὸν Ἄρηα, καὶ ἀζαλέον περ ἐόντα,
δείξω τῇ μαλακῇ Κύπριδι πειθόμενον.
οὗτος ἐμοὶ πτοθέοντι συνέμπορος, οὐδὲ κατόπτρου
δεύομαι, ἐν δʼ αὐτῷ δέρκομαι αὑτὸν ἐγώ,
κἀλαὸς ὡς ἐν ἔρωτι. σὺ δʼ ἢν ἀπʼ ἐμεῖο λάθηαι,
τὸ ξίφος ἡμετέρην δύσεται ἐς λαγόνα.
ἐσβέσθη φλογεροῖο πυρὸς μένος· οὐκέτι κάμνω,
ἀλλὰ καταθνῄσκω ψυχόμενος, Παφίῃ·
ἤδη γὰρ μετὰ σάρκα διʼ ὀστέα καὶ φρένας ἕρπει
παμφάγον ἀσθμαίνων οὗτος πικρὸς Ἔρως.
καὶ φλὸξ ἐν τελεταῖς ὅτε θύματα πάντα λαφύξῃ,
φορβῆς ἠπανίῃ ψύχεται αὐτομάτως.
τῷ χρυσῷ τὸν ἔρωτα μετέρχομαι· οὐ γὰρ ἀρότρῳ
ἔργα μελισσάων γίνεται ἢ σκαπάνῃ,
ἀλλʼ ἔαρι δροσερῷ· μέλιτός γε μὲν Ἀφρογενείης
ὁ χρυσὸς τελέθει ποικίλος ἐργατίνης.
Σῴζεό σοι μέλλων ἐνέπειν, παλίνορσον ἰωὴν
ἂψ ἀνασειράζω, καὶ πάλιν ἄγχι μένω·
σὴν γὰρ ἐγὼ δασπλῆτα διάστασιν οἷά τε πικρὴν
νύκτα καταπτήσσω τὴν Ἀχεροντιάδα.
ἤματι γὰρ σέο φέγγος ὁμοίιον ἀλλὰ τὸ μέν που
ἄφθογγον σὺ δέ μοι καὶ τὸ λάλημα φέρεις,
κεῖνο τὸ Σειρήνων γλυκερώτερον, ᾧ ἔπι πᾶσαι
εἰσὶν ἐμῆς ψυχῆς ἐλπίδες ἐκκρεμέες.
ὡς εἶδον Μελίτην, ὦχρός μʼ ἕλε· καὶ γὰρ ἀκοίτης
κείνη ἐφωμάρτει· τοῖα δʼ ἔλεξα τρέμων
“τοῦ σοῦ ἀνακροῦσαι δύναμαι πυλεῶνος ὀχῆας,
δικλίδος ὑμετέρης τὴν βάλανον χαλάσας,
καὶ δισσῶν προθύρων πλαδαρὴν κρηπῖδα περῆσαι,
ἄκρον ἐπιβλῆτος μεσσόθι πηξάμενος;”
ἡ δὲ λέγει γελάσασα, καὶ ἀνέρα λοξὸν ἰδοῦσα·
τῶν προθύρων ἀπέχου, μή σε κύων ὀλέσῃ.
τὴν φιλοπουλυγέλωτα κόρην ἐπὶ νυκτὸς ὀνείρου
εἶχον, ἐπισφίγξας πήχεσιν ἡμετέροις.
πείθετό μοι ξύμπαντα, καὶ οὐκ ἀλέγιζεν, ἐμεῖο
κύπριδι παντοίῃ σώματος ἁπτομένου·
ἀλλὰ βαρύζηλός τις Ἔρως καὶ νύκτα λοχήσας
ἐξέχεεν φιλίην, ὕπνον ἀποσκεδάσας.
ὧδέ μοι οὐδʼ αὐτοῖσιν ἐν ὑπναλέοισιν ὀνείροις
ἄφθονός ἐστιν Ἔρως κέρδεος ἡδυγάμου.