Ancient Greek · ~7 min
Book 5, lines 5.244-5.249
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 5.244-249
Not analysed yet
μακρὰ φιλεῖ Γαλάτεια καὶ ἔμψοφα, μαλθακὰ Δημώ,
Δωρὶς ὀδακτάζει. τίς πλέον ἐξερέθει;
οὔατα μὴ κρίνωσι φιλήματα· γευσάμενοι δὲ
τριχθαδίων στομάτων, ψῆφον ἐποισόμεθα.
ἐπλάγχθης, κραδίη· τὰ φιλήματα μαλθακὰ Δημοῦς
ἔγνως καὶ δροσερῶν ἡδὺ μέλι στομάτων·
μίμνʼ ἐπὶ τοῖς· ἀδέκαστον ἔχει στέφος. εἰ δέ τις ἄλλῃ
τέρπεται, ἐκ Δημοῦς ἡμέας οὐκ ἐρύσει.
Κιχλίζεις, χρεμέτισμα γάμου προκέλευθον ἱεῖσα
ἥσυχά μοι νεύεις· πάντα μάτην ἐρέθεις.
ὤμοσα τὴν δυσέρωτα κόρην, τρισὶν ὤμοσα πέτραις,
μήποτε μειλιχίοις ὄμμασιν εἰσιδέειν.
παῖζε μόνη τὸ φίλημα. μάτην πόππυζε σεαυτῇ
χείλεσι γυμνοτάτοις, οὔ τινι μισγομένοις.
αὐτὰρ ἐγὼν ἑτέρην ὁδὸν ἔρχομαι· εἰσὶ γὰρ ἄλλαι
κρέσσονες εὐλέκτρου Κύπριδος ἐργάτιδες.
μαλθακὰ μὲν Σαπφοῦς τὰ φιλήματα, μαλθακὰ γυίων
πλέγματα χιονέων, μαλθακὰ πάντα μέλη·
ψυχὴ δʼ ἐξ ἀδάμαντος ἀπειθέος· ἄχρι γὰρ οἴων
ἔστιν ἔρως στομάτων, τἆλλα δὲ παρθενίης.
καὶ τίς ὑποτλαίη; τάχα τις τάχα τοῦτο ταλάσσας
δίψαν Τανταλέην τλήσεται εὐμαρέως.
Παρμενὶς οὐκ ἔργῳ· τὸ μὲν οὔνομα καλὸν ἀκούσας
ὠισάμην σὺ δέ μοι πικροτέρη θανάτου·
καὶ φεύγεις φιλέοντα, καὶ οὐ φιλέοντα διώκεις,
ὄφρα πάλιν κεῖνον καὶ φιλέοντα φύγῃς.
κεντρομανὲς δʼ ἄγκιστρον ἔφυ στόμα, καί με δακόντα
εὐθὺς ἔχει ῥοδέου χείλεος ἐκκρεμέα.
ὦ παλάμη πάντολμε, σὺ τὸν παγχρύσεον ἔτλης
ἀπρὶξ δραξαμένη βόστρυχον αὐερύσαι·
ἔτλης· οὐκ ἐμάλαξε τεὸν θράσος αἴλινος αὐδή,
σκύλμα κόμης, αὐχὴν μαλθακὰ κεκλιμένος.
νῦν θαμινοῖς πατάγοισι μάτην τὸ μέτωπον ἀράσσεις·
οὐκέτι γὰρ μαζοῖς σὸν θέναρ ἐμπελάσει.
μή, λίτομαι, δέσποινα, τόσην μὴ λάμβανε ποινὴν
μᾶλλον ἐγὼ τλαίην φάσγανον ἀσπασίως.
ὦ σοβαρὴ Ῥοδόπη, Παφίης εἴξασα βελέμνοις
καὶ τὸν ὑπερφίαλον κόμπον ἀπωσαμένη,
ἀγκὰς ἑλοῦσὰ μʼ ἔχεις παρὰ σὸν λέχος· ἐν δʼ ἄρα δεσμοῖς
κεῖμαι, ἐλευθερίης οὐκ ἐπιδευόμενος.
οὕτω γὰρ ψυχή τε καὶ ἔκχυτα σώματα φωτῶν
συμφέρεται, φιλίης ῥεύμασι μιγνύμενα.