Ancient Greek · ~7 min
Book 5, lines 5.25-5.33
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 5.25-33
Not analysed yet
ὁσσάκι Κυδίλλης ὑποκόλπιος, εἴτε κατʼ ἦμαρ,
εἴτʼ ἀποτολμήσας ἤλυθον ἑσπέριος,
οἶδʼ ὅτι πὰρ κρημνὸν τέμνω πόρον, οἶδʼ ὅτι ῥιπτῶ
πάντα κύβον κεφαλῆς αἰὲν ὕπερθεν ἐμῆς.
ἀλλὰ τί μοι πλέον ἐστί; †γὰρ θρασύς, ἠδʼ ὅταν ἕλκῃ
πάντοτʼ Ἔρως, ἀρχὴν οὐδʼ ὄναρ οἶδε φόβου.
εἴτε σε κυανέῃσιν ἀποστίλβουσαν ἐθείραις,
εἴτε πάλιν ξανθαῖς εἶδον, ἄνασσα, κόμαις,
ἴση ἀπʼ ἀμφοτέρων λάμπει χά̆ς. ἦ ῥά γε ταύταις
θριξὶ συνοικήσει καὶ, πολιῇσιν Ἔρως.
ποῦ σοι κεῖνα, Μέλισσα, τὰ χρύσεα καὶ περίοπτα
τῆς πολυθρυλήτου κάλλεα φαντασίης;
ποῦ δʼ ὀφρύες, καὶ γαῦρα φρονήματα, καὶ μέγας αὐχὴν,
καὶ σοβαρῶν ταρσῶν χρυσοφόρος σπατάλη;
νῦν πενιχρὴ ψαφαρή τε κόμη, παρὰ ποσσί τε τρύχη·
ταῦτα τὰ τῶν σπαταλῶν τέρματα παλλακίδων.
νῦν μοι χαῖρε λέγεις, ὅτε σου τὸ πρόσωπον ἀπῆλθεν
κεῖνο, τὸ τῆς λύγδου, βάσκανε, λειότερον·
νῦν μοι προσπαίζεις, ὅτε τὰς τρίχας ἠφάνικάς σου,
τὰς ἐπὶ τοῖς σοβαροῖς αὐχέσι πλαζομένας.
μηκέτι μοι, μετέωρε, προσέρχεο, μηδὲ συνάντα·
ἀντὶ ῥόδου γὰρ ἐγὼ τὴν βάτον οὐ δέχομαι.
ἁδὺ τὸ βινεῖν ἐστι· τίς οὐ λέγει; ἀλλʼ ὅταν αἰτῇ
χαλκόν, πικρότερον γίνεται ἐλλεβόρου.
πάντα καλῶς, τό γε μήν, χρυσῆν ὅτι τὴν Ἀφροδίτην,
ἔξοχα καὶ πάντων εἶπεν ὁ Μαιονίδας.
ἢν μὲν γὰρ τὸ χάραγμα φέρῃς, φίλος, οὔτε θυρωρὸς
ἐν ποσίν, οὔτε κύων ἐν προθύροις δέδεται·
ἢν δʼ ἑτέρως ἔλθῃς, καὶ ὁ Κέρβερος. ὦ πλεονέκται,
οἱ πλούτου, πενίην ὡς ἀδικεῖτε νόμοι.
χρύσεος ἦν γενεὴ καὶ χάλκεος ἀργυρέη τε
πρόσθεν· παντοίη δʼ ἡ Κυθέρεια τανῦν,
καὶ χρυσοῦν τίει, καὶ χάλκεον ἄνδρʼ ἐφίλησεν,
καὶ τοὺς ἀργυρέους οὔ ποτʼ ἀποστρέφεται.
Νέστωρ ἡ Παφίη. δοκέω δʼ ὅτι καὶ Δανάῃ Ζεὺς
οὐ χρυσός, χρυσοῦς δʼ ἦλθε φέρων ἑκατόν.
ποιεῖς πάντα, Μέλισσα, φιλανθέος ἔργα μελίσσης·
οἶδα καὶ ἐς κραδίην τοῦτο, γύναι, τίθεμαι.
καὶ μέλι μὲν στάζεις ὑπὸ χείλεσιν ἡδὺ φιλεῦσα·
ἢν δʼ αἰτῇς, κέντρῳ τύμμα φέρεις ἄδικον.
ἐς Δανάην ἔρρευσας, Ὀλύμπιε, χρυσός, ἵνʼ ἡ παῖς
ὡς δώρῳ πεισθῇ, μὴ τρέσῃ ὡς Κρονίδην.