Ancient Greek · ~7 min
Book 5, lines 5.17-5.24
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 5.17-24
Not analysed yet
ἀγχιάλου ῥηγμῖνος ἐπίσκοπε, σοὶ τάδε πέμπω
ψαιστία καὶ λιτῆς δῶρα θυηπολίης·
αὔριον Ἰονίου γὰρ ἐπὶ πλατὺ κῦμα περήσω,
σπεύδων ἡμετέρης κόλπον ἐς Εἰδοθέης·
οὔριος ἀλλʼ ἐπίλαμψον ἐμῷ καὶ ἔρωτι καὶ ἱστῷ,
δεσπότι καὶ θαλάμων, Κύπρι, καὶ ἠιόνων.
μᾶλλον τῶν σοβαρῶν τὰς δουλίδας ἐκλεγόμεσθα,
οἱ μὴ τοῖς σπαταλοῖς κλέμμασι τερπόμενοι.
ταῖς μὲν χρὼς ἀπόδωδε μύρου, σοβαρόν τε φρύαγμα,
καὶ μέχρι †κινδύνου ἑσπομένη σύνοδος·
ταῖς δὲ χάρις καὶ χρὼς ἴδιος, καὶ λέκτρον ἑτοῖμον,
δώροις ἐκ σπατάλης οὐκ †ἀλεγιζόμενον.
μιμοῦμαι Πύρρον τὸν Ἀχιλλέος, ὃς προέκρινεν
Ἑρμιόνης ἀλόχου τὴν λάτριν Ἀνδρομάχην.
οὐκέτι παιδομανὴς ὡς πρίν ποτε, νῦν δὲ καλοῦμαι
θηλυμανής, καὶ νῦν δίσκος ἐμοὶ κρόταλον·
ἀντὶ δέ μοι παίδων ἀδόλου χροὸς ἤρεσε γύψου
χρώματα, καὶ φύκους ἄνθος ἐπεισόδιον.
βοσκήσει δελφῖνας ὁ δενδροκόμης Ἐρύμανθος,
καὶ πολιὸν πόντου κῦμα θοὰς ἐλάφους.
οὔτε με παρθενικῆς τέρπει γάμος, οὔτε γεραιῆς·
τὴν μὲν ἐποικτείρω, τὴν δὲ καταιδέομαι.
εἴη μήτʼ ὄμφαξ, μήτʼ ἀσταφίς· ἡ δὲ πέπειρος
ἐς Κύπριδος θαλάμους ὥρια καλλοσύνη,
οὐκ ἔλεγον, Προδίκη, Γηράσκομεν ; οὐ προεφώνουν
ἥξουσιν ταχέως αἱ διαλυσίφιλοι ;
νῦν ῥυτίδες καὶ θρὶξ πολιὴ καὶ σῶμα ῥακῶδες,
καὶ στόμα τὰς προτέρας οὐκέτʼ ἔχον χάριτας.
μή τις σοι, μετέωρε, προσέρχεται, ἢ κολακεύων
λίσσεται; ὡς δὲ τάφον νῦν σε παρερχόμεθα.
σοί με λάτριν γλυκύδωρος Ἔρως παρέδωκε, Βοῶπι,
ταῦρον ὑποζεύξας εἰς πόθον αὐτόμολον,
αὐτοθελῆ, πάνδουλον, ἑκούσιον, αὐτοκέλευστον,
αἰτήσοντα πικρὴν μήποτʼ ἐλευθερίην
ἄχρι, φίλη, πολιῆς καὶ γήραος· ὄμμα βάλοι δὲ
μήποτʼ ἐφʼ ἡμετέραις ἐλπίσι βασκανίη.
οὕτως ὑπνώσαις, Κωνώπιον, ὡς ἐμὲ ποιεῖς
κοιμᾶσθαι ψυχροῖς τοῖσδε παρὰ προθύροις
οὕτως ὑπνώσαις, ἀδικωτάτη, ὡς τὸν ἐραστὴν
κοιμίζεις· ἐλέου δʼ οὐδʼ ὄναρ ἠντίασας.
γείτονες οἰκτείρουσι· σὺ δʼ οὐδʼ ὄναρ . ἡ πολιὴ δὲ
αὐτίκʼ ἀναμνήσει ταῦτά σε πάντα κόμη.
ψυχή μοι προλέγει φεύγειν πόθον Ἡλιοδώρας,
δάκρυα καὶ ζήλους τοὺς πρὶν ἐπισταμένη.
φησὶ μὲν ἀλλὰ φυγεῖν οὔ μοι σθένος· ἡ γὰρ ἀναιδὴς
αὐτὴ καὶ προλέγει, καὶ προλέγουσα φιλεῖ.