Ancient Greek
Book 5
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 5.274
Not analysed yet
τὴν πρὶν ἐνεσφρήγισσεν Ἔρως θρασὺς εἰκόνα μορφῆς
ἡμετέρης θερμῷ βένθεϊ σῆς κραδίης,
φεῦ φεῦ, νῦν ἀδόκητος ἀπέπτυσας· αὐτὰρ ἐγώ τοι
γραπτὸν ἔχω ψυχῇ σῆς τύπον ἀγλαΐης.
τοῦτον καὶ Φαέθοντι καὶ Ἄϊδι, βάρβαρε, δείξω,
Κρῆσσαν ἐπισπέρχων εἰς σὲ δικασπολίην.