Ancient Greek · ~7 min
Book 5, lines 5.268-5.273
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 5.268-273
Not analysed yet
μηκέτι τις πτήξειε πόθου βέλος· ἰοδόκην γὰρ
εἰς ἐμὲ λάβρος Ἔρως ἐξεκένωσεν ὅλην.
μὴ πτερύγων τρομέοι τις ἐπήλυσιν ἐξότε γάρ μοι
λὰξ ἐπιβὰς στέρνοις πικρὸν ἔπηξε πόδα,
ἀστεμφής, ἀδόνητος ἐνέζεται, οὐδὲ μετέστη,
εἰς ἐμὲ συζυγίην κειράμενος πτερύγων.
δισσῶν θηλυτέρων μοῦνός ποτε μέσσος ἐκείμην,
τῆς μὲν ἐφιμείρων, τῇ δὲ χαριζόμενος·
εἷλκε δέ μʼ ἡ φιλέουσα· πάλιν δʼ ἐγώ, οἷά τε τις φώρ,
χείλεϊ φειδομένῳ τὴν ἑτέρην ἐφίλουν,
ζῆλον ὑποκλέπτων τῆς γείτονος, ἧς τὸν ἔλεγχον
καὶ τὰς λυσιπόθους ἔτρεμον ἀγγελίας.
ὀχθήσας δʼ ἄρʼ ἔειπον Ἐμοὶ τάχα καὶ τὸ φιλεῖσθαι
ὡς τὸ φιλεῖν χαλεπόν, δισσὰ κολαζομένῳ.
οὔτε ῥόδον στεφάνων ἐπιδεύεται, οὔτε σὺ πέπλων,
οὔτε λιθοβλήτων, πότνια, κεκρυφάλων.
μάργαρα σῆς χροιῆς ἀπολείπεται, οὐδὲ κομίζει
χρυσὸς ἀπεκτήτου σῆς τριχὸς ἀγλαΐην
Ἰνδῴη δʼ ὑάκινθος ἔχει χάριν αἴθοπος αἴγλης,
ἀλλὰ τεῶν λογάδων πολλὸν ἀφαυροτέρην·
χείλεα δὲ δροσόεντα, καὶ ἡ μελίφυρτος ἐκείνη
στήθεος ἁρμονίη, κεστὸς ἔφυ Παφίης.
Γούτοις πᾶσιν ἐγὼ καταδάμναμαι· ὄμμασι μούνοις
θέλγομαι, οἷς ἐλπὶς μείλιχος ἐνδιάει.
τήν ποτε βακχεύουσαν ἐν εἴδεϊ θηλυτεράων,
τὴν χρυσέῳ κροτάλῳ σειομένην σπατάλην,
γῆρας ἔχει καὶ νοῦσος ἀμείλιχος· οἱ δὲ φιληταί,
οἵ ποτε τριλλίστως ἀντίον ἐρχόμενοι
νῦν μέγα πεφρίκασι· τὸ δʼ αὐξοσέληνον ἐκεῖνο
ἐξέλιπεν, συνόδου μηκέτι γινομένης.
μαζοὺς χερσὶν ἔχω, στόματι στόμα καὶ περὶ δειρὴν
ἄσχετα λυσσώων βόσκομαι ἀργυφέην,
οὔπω δʼ ἀφρογένειαν ὅλην ἕλον ἀλλʼ ἔτι κάμνω,
παρθένον ἀμφιέπων λέκτρον ἀναινομένην.
ἥμισυ γὰρ Παφίῃ, τὸ δʼ ἄρʼ ἥμισυ δῶκεν Ἀθήνῃ·
αὐτὰρ ἐγὼ μέσσος τήκομαι ἀμφοτέρων.
ἡ πάρος ἀγλαΐῃσι μετάρσιος, ἡ πλοκαμῖδας
σειομένη πλεκτὰς, καὶ σοβαρευομένη,
ἡ μεγαλαυχήσασα καθʼ ἡμετέρης μελεδώνης,
γήραϊ ῥικνώδης, τὴν πρὶν ἀφῆκε χάριν.
μαζὸς ὑπεκλίνθη, πέσον ὀφρύες, ὄμμα τέτηκται,
χείλεα βαμβαίνει φθέγματι γηραλέῳ.
τὴν πολιὴν καλέω Νέμεσιν πόθου, ὅττι δικάζει
ἔννομα, ταῖς σοβαραῖς θᾶσσον ἐπερχομένη,