Ancient Greek · ~2 min
Book 5
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 5.289
Not analysed yet
ἡ γραῦς ἡ τρικόρωνος, ἡ ἡμετέρους διὰ μόχθους
μοίρης ἀμβολίην πολλάκι δεξαμένη,
ἄγριον ἦτορ ἔχει, καὶ θέλγεται οὔτʼ ἐπὶ χρυσῷ,
οὔτε ζωροτέρῳ μείζονι κισσυβίῳ·
τὴν κούρην δʼ αἰεὶ περιδέρκεται· εἰ δὲ ποτʼ αὐτὴν
ἀθρήσει κρυφίοις ὄμμασι ῥεμβομένην,
ἆ μέγα τολμήεσσα ῥαπίσμασιν ἀμφὶ πρόσωπα
πλήσσει τὴν ἁπαλὴν οἰκτρὰ κινυρομένην.
εἰ δʼ ἐτεὸν τὸν Ἄδωνιν ἐφίλαο, Περσεφόνεια,
οἴκτειρον ξυνῆς ἄλγεα τηκεδόνος.
ἔστω δʼ ἀμφοτέροισι χάρις μία· τῆς δὲ γεραιῆς
ῥύεο τὴν κούρην, πρίν τι κακὸν παθέειν.