Ancient Greek
Book 5, lines 5.290-5.291
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 5.290-291
Not analysed yet
ὄμμα πολυπτοίητον ὑποκλέπτουσα τεκούσης,
συζυγίην μήλων δῶκεν ἐμοὶ ῥοδέων
θηλυτέρη χαρίεσσα. μάγον τάχα πυρσὸν ἐρώτων
λαθριδίως μήλοις μῖξεν ἐρευθομένοις
εἰμὶ γὰρ ὁ τλήμων φλογὶ σύμπλοκος· ἀντὶ δὲ μαζῶν,
ὦ πόποι, ἀπρήκτοις μῆλα φέρω παλάμαις.
εἴ ποτʼ ἐμοί, χαρίεσσα, τεῶν τάδε σύμβολα μαζῶν
ὤπασας, ὀλβίζω τὴν χάριν ὡς μεγάλην
εἰ δʼ ἐπὶ τοῖς μίμνεις, ἀδικεῖς, ὅτι λάβρον ἀνῆψας
πυρσόν, ἀποσβέσσαι τοῦτον ἀναινομένη.
Τήλεφον ὁ τρώσας καὶ ἀκέσσατο μὴ σύγε, κούρη,
εἰς ἐμὲ δυσμενέων γίνεο πικροτέρη.