Ancient Greek · ~2 min
Book 5
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 5.292
Not analysed yet
ἐνθάδε μὲν χλοάουσα τεθηλότι βῶλος ὀράμνῳ
φυλλάδος εὐκάρπου πᾶσαν ἔδειξε χάριν
ἐνθάδε δὲ κλάζουσιν ὑπὸ σκιεραῖς κυπαρίσσοις
ὄρνιθες δροσερῶν μητέρες ὀρταλίχων
καὶ λιγυρὸν βομβεῦσιν ἀκανθίδες· ἡ δʼ ὀλολυγὼν
τρύζει, τρηχαλέαις ἐνδιάουσα βάτοις.
ἀλλὰ τί μοι τῶν ἦδος, ἐπεὶ σέο μῦθον ἀκούειν
ἤθελον ἢ κιθάρης κρούσματα Δηλιάδος;
καί μοι δισσὸς ἔρως περικίδναται· εἰσοράαν γὰρ
καὶ σέ, μάκαρ, ποθέω, καὶ γλυκερὴν δάμαλιν,
ἧς με περισμύχουσι μεληδόνες· ἀλλά με θεσμοὶ
εἴργουσιν ῥαδινῆς τηλόθι δορκαλίδος.