Ancient Greek · ~4 min
Book 5
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 5.294
Not analysed yet
ἡ γραῦς ἡ φθονερὴ παρεκέκλιτο γείτονι κούρῃ
δόχμιον ἐν λέκτρῳ νῶτον ἐρεισαμένη,
προβλὴς ὥς τις ἔπαλξις ἀνέμβατος· οἷα δὲ πύργος
ἔσκεπε τὴν κούρην ἁπλοῒς ἐκταδίη·
καὶ σοβαρὴ θεράπαινα πύλας σφίγξασα μελάθρου
κεῖτο χαλικρήτῳ νάματι βριθομένη.
ἔμπης οὔ μʼ ἐφόβησαν ἐπεὶ στρεπτῆρα θυρέτρου
χερσὶν ἀδουπήτοις βαιὸν ἀειράμενος,
φρυκτοὺς αἰθαλόεντας ἐμῆς ῥιπίσμασι λώπης
ἔσβεσα· καὶ διαδὺς λέχριος ἐν θαλάμῳ
τὴν φύλακα κνώσσουσαν ὑπέκφυγον ἦκα δὲ λέκτρου
νέρθεν ὑπὸ σχοίνοις γαστέρι συρόμενος,
ὠρθούμην κατὰ βαιόν, ὅπη βατὸν ἔπλετο τεῖχος·
ἄγχι δὲ τῆς κούρης στέρνον ἐρεισάμενος,
μαζοὺς μὲν κρατέεσκον· ὑπεθρύφθην δὲ προσώπῳ,
μάστακα πιαίνων χείλεος εὐαφίῃ.
ἦν δʼ ἄρα μοι τὰ λάφυρα καλὸν στόμα, καὶ τὸ φίλημα
σύμβολον ἐννυχίης εἶχον ἀεθλοσύνης.
οὔπω δʼ ἐξαλάπαξα φίλης πύργωμα κορείης,
ἀλλʼ ἔτʼ ἀδηρίτῳ σφίγγεται ἀμβολίῃ.
ἔμπης ἢν ἑτέροιο μόθου στήσωμεν ἀγῶνα,
ναὶ τάχα πορθήσω τείχεα παρθενίης,
οὐ δʼ ἔτι με σχήσουσιν ἐπάλξιες. ἢν δὲ τυχήσω,
στέμματα σοὶ πλέξω, Κύπρι τροπαιοφόρε.