Ancient Greek · ~3 min
Book 5, lines 5.295-5.298
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 5.295-298
Not analysed yet
Ψαῦε μελισταγέων στομάτων, δέπας· εὗρες, ἄμελγε·
οὐ φθονέω, τὴν σὴν δʼ ἤθελον αἶσαν ἔχειν.
ἐξότε τηλεφίλου πλαταγήματος ἠχέτα βόμβος
γαστέρα μαντῴου μάξατο κισσυβίου,
ἔγνων ὡς φιλέεις με· τὸ δʼ ἀτρεκὲς αὐτίκα πείσεις
εὐνῆς ἡμετέρης πάννυχος ἁπτομένη.
τοῦτό σε γὰρ δείξει παναληθέα· τοὺς δὲ μεθυστὰς
καλλείψω λατάγων πλήγμασι τερπομένους.
Ἠϊθέοις οὐκ ἔστι τόσος πόνος, ὁππόσος ἡμῖν
ταῖς ἀταλοψύχοις ἔχραε θηλυτέραις.
τοῖς μὲν γὰρ παρέασιν ὁμήλικες, οἷς τὰ μερίμνης
ἄλγεα μυθεῦνται φθέγματι θαρσαλέῳ,
παίγνιὰ τʼ ἀμφιέπουσι παρήγορα, καὶ κατʼ ἀγυιὰς
πλάζονται γραφίδων χρώμασι ῥεμβόμενοι
ἡμῖν δʼ οὐδὲ φάος λεύσσειν θέμις, ἀλλὰ μελάθροις
κρυπτόμεθα, ζοφεραῖς φροντίσι τηκόμεναι.
ἱμερτὴ Μαρίη μεγαλίζεται· ἀλλὰ μετέλθοις
κείνης, πότνα Δίκη, κόμπον ἀγηνορίης·
μὴ θανάτῳ, βασίλεια· τὸ δʼ ἔμπαλιν, ἐς τρίχας ἥξοι
γήραος, ἐς ῥυτίδας σκληρὸν ἵκοιτο ῥέθος
τίσειαν πολιαὶ τάδε δάκρυα· κάλλος ὑπόσχοι
ψυχῆς ἀμπλακίην, αἴτιον ἀμπλακίης.