Ancient Greek · ~4 min
Book 5, lines 5.303-5.309
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 5.303-309
Not analysed yet
κλαγγῆς πέμπεται ἦχος ἐς οὔατα, καὶ θόρυβος δὲ
ἄσπετος ἐν τριόδοις, οὐδʼ ἀλέγεις, Παφίη;
ἐνθάδε γὰρ σέο κοῦρον ὁδοιπορέοντα κατέσχον
ὅσσοι ἐνὶ κραδίῃ πυρσὸν ἔχουσι πόθου.
Ὄμφαξ οὐκ ἐπένευσας· ὅτʼ ἦς σταφυλή, παρεπέμψω.
μὴ φθονέσῃς δοῦναι κἂν βραχὺ τῆς σταφίδος.
κούρη τίς μʼ ἐφίλησεν ὑφέσπερα χείλεσιν ὑγροῖς.
νέκταρ]ἔην τὸ φίλημα· τὸ γὰρ στόμα νέκταρος ἔπνει·
καὶ μεθύω τὸ φίλημα, πολὺν τὸν ἔρωτα πεπωκώς.
δακρύεις, ἐλεεινὰ λαλεῖς, περίεργα θεωρεῖς,
ζηλοτυπεῖς, ἅπτῃ πολλάκι,πυκνὰ φιλεῖς.
ταῦτα μέν ἐστιν ἐρῶντος· ὅταν δʼ εἴπω παράκειμαι ,
καὶ μέλλῃς, ἁπλῶς οὐδὲν ἐρῶντος ἔχεις.
χεῦμα μὲν Εὐρώταο Δακωνικόν· ἁ δʼ ἀκάλυπτος
Λήδα· χὠ κύκνῳ κρυπτόμενος Κρονίδας.
οἳ δέ με τὸν δυσέρωτα καταίθετε, καὶ τί γένωμαι
ὄρνεον; εἰ γὰρ Ζεὺς κύκνος, ἐγὼ κόρυδος.
ἡ κομψή, μεῖνόν με. τί σοι καλὸν οὔνομα,; ποῦ σε
ἔστιν ἰδεῖν; ὃ θέλεις δώσομεν. οὐδὲ λαλεῖς.
ποῦ γίνῃ; πέμψω μετὰ σοῦ τινα. μή τις ἔχει σε;
ὦ σοβαρή, ὑγίαινʼ. οὐδʼ ὑγίαινε λέγεις;
καὶ πάλι καὶ πάλι σοι προσελεύσομαι· οἶδα μαλάσσειν
καὶ σοῦ σκληροτέρας. νῦν δʼ ὑγίαινε, γύναι.
τρὶς λῃστὴς ὁ Ἔρως καλοῖτʼ ἂν ὄντως·
ἀγρυπνεῖ, θρασύς ἐστιν, ἐκδιδύσκει.