Ancient Greek · ~7 min
Book 6, lines 6.1a-6.11
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 6.1a-11
Not analysed yet
εἷς λίθος ἀστράπτει τελετὴν πολύμορφον Ἰάκχου
καὶ πτηνῶν τρυγόωντα χορὸν καθύπερθεν Ἐρώτων.
ἡ σοβαρὸν γελάσασα καθʼ Ἑλλάδος, ἥ ποτʼ ἐραστῶν
ἑσμὸν ἐπὶ προθύροις Λαῒς ἔχουσα νέων,
τῇ Παφίῃ τὸ κάτοπτρον· ἐπεὶ τοίη μὲν ὁρᾶσθαι
οὐκ ἐθέλω, οἵη δʼ ἦν πάρος οὐ δύναμαι.
τόξα τάδε πτολέμοιο πεπαυμένα δακρυόεντος
νηῷ Ἀθηναίης κεῖται ὑπορρόφια,
πολλάκι δὴ στονόεντα κατὰ κλόνον ἐν δαῒ φωτῶν
Περσῶν ἱππομάχων αἵματι λουσάμενα.
Ἡράκλεες, Τρηχῖνα πολύλλιθον ὅς τε καὶ Οἴτην
καὶ βαθὺν εὐδένδρου πρῶνα πατεῖς Φολόης,
τοῦτό σοι ἀγροτέρης Διονύσιος αὐτὸς ἐλαίης
χλωρὸν ἀπὸ δρεπάνῳ θῆκε ταμὼν ῥόπαλον.
Εὐκαπὲς ἄγκιστρον, καὶ δούρατα δουλιχόεντα,
χὠρμιήν, καὶ τὰς ἰχθυδόκους σπυρίδας,
καὶ τοῦτον νηκτοῖσιν ἐπʼ ἰχθύσι τεχνασθέντα
κύρτον, ἁλιπλάγκτων εὕρεμα δικτυβόλων,
τρηχύν τε τριόδοντα, Ποσειδαώνιον ἔγχος,
καὶ τοὺς ἐξ ἀκάτων διχθαδίους ἐρέτας,
ὁ γριπεὺς Διόφαντος ἀνάκτορι θήκατο τέχνας,
ὡς θέμις, ἀρχαίας λείψανα τεχνοσύνας.
Δούνακας ἀκροδέτους, καὶ τὴν ἁλινηχέα κώπην,
γυρῶν τʼ ἀγκίστρων λαιμοδακεῖς ἀκίδας,
καὶ λίνον ἀκρομόλιβδον, ἀπαγγελτῆρά τε κύρτου
φελλόν, καὶ δισσὰς σχοινοπλεκεῖς σπυρίδας,
καὶ τὸν ἐγερσιφαῆ πυρὸς ἔγκυον ἔμφλογα πέτρον,
ἄγκυράν τε, νεῶν πλαζομένων παγίδα.
Πείσων ὁ γριπεὺς Ἑρμῇ πόρεν, ἔντρομος ἤδη
δεξιτερήν, πολλοῖς βριθόμενος καμάτοις.
Ἀμφιτρύων μʼ ἀνέθηκεν ἑλὼν ἀπὸ Τηλεβοάων,
Σκαῖος πυγμαχέων με ἑκηβόλῳ Ἀπόλλωνι
νικήσας ἀνέθηκε τεῒν περικαλλὲς ἄγαλμα.
Λαοδάμας τρίποδʼ αὐτὸς ἐϋσκόπῳ Ἀπόλλωνι
μουναρχέων ἀνέθηκε τεῒν περικαλλὲς ἄγαλμα.
σοὶ μὲν καμπύλα τόξα, καὶ ἰοχέαιρα φαρέτρη,
δῶρα παρὰ Προμάχου, Φοῖβε, τάδε κρέμαται·
ἰοὺς δὲ πτερόεντας ἀνὰ κλόνον ἄνδρες ἔχουσιν
ἐν κραδίαις, ὀλοὰ ξείνια δυσμενέων.
Τριτογενές, Σώτειρα, Διὸς φυγοδέμνιε κούρα,
Παλλάς, ἀπειροτόκου δεσπότι παρθενίης,
βωμόν τοι κεραοῦχον ἐδείματο τόνδε Σέλευκος,
Φοιβείαν ἰαχὰν φθεγγομένου στόματος.
θηρευτὴς δολιχὸν τόδε δίκτυον ἄνθετο Δᾶμις
Πίγρης δʼ ὀρνίθων λεπτόμιτον νεφέλην,
τριγλοφόρους δὲ χιτῶνας ὁ νυκτερέτης θέτο Κλείτωρ
τῷ Πανί, τρισσῶν ἐργάτιναι καμάτων.
ἵλαος εὐσεβέεσσιν ἀδελφειοῖς ἐπίνευσον
πτηνά, καὶ ἀγροτέρων κέρδεα καὶ νεπόδων.