Ancient Greek · ~3 min
Book 5, lines 5.41-5.45
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 5.41-45
Not analysed yet
τίς γυμνὴν οὕτω σε καὶ ἐξέβαλεν καὶ ἔδειρεν;
τίς ψυχὴν λιθίνην εἶχε, καὶ οὐκ ἔβλεπε;
μοιχὸν ἴσως ηὕρηκεν ἀκαίρως κεῖνος ἐσελθών.
γινόμενον πᾶσαι τοῦτο ποοῦσι, τέκνον.
πλὴν ἀπὸ νῦν, ὅταν ᾖ τις ἔσω, κεῖνος δʼ ὅταν ἔξω,
τὸ πρόθυρον σφήνου, μὴ πάλι ταὐτὸ πάθῃς.
μισῶ τὴν ἀφελῆ, μισῶ τὴν σώφρονα λίαν·
ἡ μὲν γὰρ βραδέως, ἡ δὲ θέλει ταχέως.
ἐκβάλλει γυμνήν τις, ἐπὴν εὕρῃ ποτὲ μοιχόν,
ὡς μὴ μοιχεύσας, ὡς ἀπὸ Πυθαγόρου;
εἶτα, τέκνον, κλαίουσα κατατρίψεις τὸ πρόσωπον,
καὶ παραριγώσεις μαινομένου προθύροις;
ἔκμαξαι, μὴ κλαῖε, τέκνον χεὑρήσομεν ἄλλον,
τὸν μὴ καὶ τὸ βλέπειν εἰδότα καὶ τὸ δέρειν.
Λέμβιον, ἡ δʼ ἑτέρα Κερκούριον, αἱ δύʼ ἑταῖραι
αἰὲν ἐφορμοῦσιν τῷ Σαμίων λιμένι.
ἀλλά, νέοι, πανδημὶ τὰ λῃστρικὰ τῆς Ἀφροδίτης
φεύγεθʼ· ὁ συμμίξας καὶ καταδὺς πίεται.
Παρθενικὰ κούρα τὰ ἃ κέρματα πλείονα ποιεῖ,
οὐκ ἀπὸ τᾶς τέχνας, ἀλλʼ ἀπὸ τᾶς φύσιος.