Ancient Greek · ~2 min
Book 5
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 5.46
Not analysed yet
α. χαιρε σύ. β. καὶ σύ γε χαῖρε. α. τί δεῖ σε καλεῖν; β. σὲ δέ; α. μή πω
τοῦτο φιλόσπουδος. β. μηδὲ σύ· α. μὴ τινʼ ἔχεις;
β. ἀεὶ τὸν φιλέοντα α. θέλεις ἅμα σήμερον ἡμῖν
δειπνεῖν; β. εἰ σὺ θέλεις. α. εὖγε· πόσου παρέσῃ;
β. μηδέν μοι προδίδου. α. τοῦτο ξένον. β. ἀλλʼ ὅσον ἄν σοι
κοιμηθέντι δοκῇ, τοῦτο δός. α. οὐκ ἀδικεῖς.
ποῦ γίνῃ; πέμψω. β. καταμάνθανε. α. πηνίκα δʼ ἥξεις;
β. ἣν σὺ θέλεις ὥρην. α. εὐθὺ θέλω. β. πρόαγε.