Ancient Greek · ~2 min
Book 6
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 6.217
Not analysed yet
χειμερίην νιφετοῖο κατήλυσιν ἡνίκʼ ἀλύξας
Γάλλος ἐρημαίην ἤλυθʼ ὑπὸ σπιλάδα,
ὑετὸν ἄρτι κόμης ἀπομόρξατο· τοῦ δὲ κατʼ ἴχνος
βουφάγος εἰς κοίλην ἀτραπὸν ἷκτο λέων.
αὐτὰρ ὁ πεπταμένῃ μέγα τύμπανον ὃ σχέθε χειρὶ
ἤραξεν, καναχῇ δʼ ἴαχεν ἄντρον ἅπαν.
οὐδʼ ἔτλη Κυβέλης ἱερὸν βρόμον ὑλονόμος θὴρ
μεῖναι, ἀνʼ ὑλῆεν δʼ ὠκὺς ἔθυνεν ὄρος,
δείσας ἡμιγύναικα θεῆς λάτριν, ὃς τάδε Ῥείᾳ
ἐνδυτὰ καὶ ξανθοὺς ἐκρέμασε πλοκάμους.