Ancient Greek · ~1 min
Book 6, lines 6.214-6.216
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 6.214-216
Not analysed yet
φημὶ Γέλωνʼ, Ἱέρωνα, Πολύζηλον, Θρασύβουλον,
παῖδας Δεινομένευς, τὸν τρίποδʼ ἀνθέμεναι,
ἐξ ἑκατὸν λιτρῶν καὶ πεντήκοντα ταλάντων
Δαμαρέτου χρυσοῦ, τᾶς δεκάτας δεκάταν.
ταῦτʼ ἀπὸ δυσμενέων Μήδων ναῦται Διοδώρου
ὅπλʼ ἀνέθεν Λατοῖ μνάματα ναυμαχίας.
Σῶσος καὶ Σωσὼ σωτήρια τόνδʼ ἀνέθηκαν
Σῶσος μὲν σωθείς, Σωσὼ δʼ ὅτι Σῶσος ἐσώθη.