Ancient Greek · ~3 min
Book 6
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 6.219
Not analysed yet
ἐκ ποτέ τις φρικτοῖο θεᾶς σεσοβημένος οἴστρῳ
ῥομβητοὺς δονέων λυσσομανεῖς πλοκάμους,
θηλυχίτων, ἀσκητὸς ἐϋσπείροισι κορύμβοις,
ἁβρῷ τε στρεπτῶν ἅμματι κεκρυφάλων,
ἴθρις ἀνήρ, κοιλῶπιν ὀρειάδα δύσατο πέτραν,
Ζανὸς ἐλαστρησθεὶς γυιοπαγεῖ νιφάδι.
τὸν δὲ μέτʼ ἀρρίγητος ἐπείσθορε ταυροφόνος θήρ,
εἰς τὸν ἑὸν προμολὼν φωλεὸν ἑσπέριος·
ἀθρήσας δʼ εἰς φῶτα, καὶ εὐτρήτοισιν ἀυτμὰν
μυκτῆρσιν βροτέας σαρκὸς ἐρυσσάμενος,
ἔστα μὲν βριαροῖσιν ἐπʼ ἴχνεσιν ὄμμα δʼ ἑλίξας
βρυχᾶτο σφεδανῶν ὄβριμον ἐκ γενύων.
ἀμφὶ δʼ οἱ σμαράγει μὲν ἐναυλιστήριον ἄντρον,
ἄχει δʼ ὑλάεις ἀγχινεφὴς σκόπελος.
αὐτὰρ ὃ θαμβήσας φθόγγον βαρύν, ἐκ μὲν ἅπαντα
ἐν στέρνοις ἐάγη θυμὸν ὀρινόμενον
ἀλλʼ ἔμπας ἐρίμυκον ἀπὸ στομάτων ὀλολυγὰν
ἧκεν, ἐδίνησεν δʼ εὐστροφάλιγγα κόμαν
χειρὶ δʼ ἀνασχόμενος μέγα τύμπανον, ἐπλατάγησεν,
δινωτὸν Ῥείας ὅπλον Ὀλυμπιάδος
τὸ ζωᾶς ἐπαρωγὸν ἀήθεα γὰρ τότε βύρσης
ταυρείου κενεὸν δοῦπον ἔδεισε λέων,
ἐκ δὲ φυγὼν ὤρουσεν. ἴδʼ ὡς ἐδίδαξεν ἀνάγκα
πάνσοφος ἐξευρεῖν ἔκλυσιν Ἀίδεω.