Ancient Greek · ~3 min
Book 6
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 6.220
Not analysed yet
Σάρδις Πεσσινόεντος ἀπὸ Φρυγὸς ἤθελʼ ἱκέσθαι
ἔκφρων, μαινομένην δοὺς ἀνέμοισι τρίχα,
ἁγνὸς Ἄτυς, Κυβέλης θαλαμηπόλος· ἄγρια δʼ αὐτοῦ
ἐψύχθη χαλεπῆς πνεύματα θευφορίης,
ἑσπέριον στείχοντος ἀνὰ κνέφας· εἰς δὲ κάταντες
ἄντρον ἔδυ, νεύσας βαιὸν ἄπωθεν ὁδοῦ.
τοῦ δὲ λέων ὤρουσε κατὰ στίβον, ἀνδράσι δεῖμα
θαρσαλέοις, Γάλλῳ δʼ οὐδʼ ὀνομαστὸν ἄχος,
ὃς τότʼ ἄναυδος ἔμεινε δέους ὕπο, καί τινος αὔρῃ
δαίμονος ἐς στονοὲν τύμπανον ἧκε χέρας·
οὗ βαρὺ μυκήσαντος, ὁ θαρσαλεώτερος ἄλλων
τετραπόδων, ἐλάφων ἔδραμεν ὀξύτερον,
τὸν βαρὺν οὐ μείνας ἀκοῆς ψόφον ἐκ δὲ βόησεν·
“μῆτερ, Σαγγαρίου χείλεσι πὰρ ποταμοῦ
ἱρὴν σοὶ θαλάμην, ζωάγρια, καὶ λαλάγημα
τοῦτο, τὸ θηρὶ φυγῆς αἴτιον, ἀντίθεμαι.”