Ancient Greek · ~7 min
Book 6, lines 6.292-6.298
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 6.292-298
Not analysed yet
αἱ μίτραι, τὸ θʼ ἁλουργὲς ὑπένδυμα, τοί τε Λάκωνες
πέπλοι, καὶ ληρῶν οἱ χρύσεοι κάλαμοι,
πάνθʼ ἅμα Νικονόῃ †συνέκπιεν· ἦν γὰρ Ἐρώτων
καὶ Χαρίτων ἡ παῖς ἀμβρόσιόν τι θάλος.
τοιγὰρ τῷ κρίναντι τὰ καλλιστεῖα Πριήπῳ
νεβρίδα καὶ χρυσέην τήνδʼ ἔθετο προχόην.
ὁ σκήπων καὶ ταῦτα τὰ βλαυτία, πότνια Κύπρι,
ἄγκειται κυνικοῦ σκῦλʼ ἀπὸ Σωχάρεος,
ὄλπη τε ῥυπόεσσα, πολυτρήτοιό τε πήρας
λείψανον, ἀρχαίης πληθόμενον σοφίης·
σοὶ δὲ Ῥόδων ὁ καλός, τὸν πάνσοφον ἡνίκα πρέσβυν
ἤγρευσεν, στεπτοῖς θήκατʼ ἐπὶ προθύροις,
Σκήπωνα προποδαγὸν, ἱμάντα τε, καὶ παρακοίταν
νάρθηκα, κροτάφων πλάκτορα νηπιάχων,
κέρκον τʼ εὐμόλπαν φιλοκαμπέα, καὶ μονόπελμον
συγχίδα, καὶ στεγάναν κρατὸς ἐρημοκόμου,
Κάλλων Ἑρμείᾳ θέτʼ ἀνάκτορι, σύμβολʼ ἀγωγᾶς
παιδείου, πολιῷ γυῖα δεθεὶς καμάτῳ.
Σμῖλαν Ἀσκώνδας δονακογλύφον, ὅν τʼ ἐπὶ μισθῷ
σπόγγον ἔχεν καλάμων ψαίστορα τῶν Κνιδίων,
καὶ σελίδων κανόνισμα φιλόρθιον, ἔργμα τε λείας
σαμοθέτον, καὶ τὰν εὐμέλανον βροχίδα,
κάρκινά τε σπειροῦχα, λεάντειράν τε κίσηριν,
καὶ τὰν ἁδυφαῆ πλινθίδα καλλαΐναν,
μάζας ἁνίκʼ ἔκυρσε τελωνιάδος φιλολίχνου,
Πιερίσιν πενίας ἄρμενʼ ἀνεκρέμασεν.
Ἀστεμφῆ ποδάγρην, καὶ δούνακας ἀνδικτῆρας,
καὶ λίνα, καὶ γυρὸν τοῦτο λαγωοβόλον,
ἰοδόκην, καὶ τοῦτον ἐπʼ ὄρτυγι τετρανθέντα
αὐλὸν, καὶ πλωτῶν εὐπλεκὲς ἀμφίβολον,
Ἑρμείῃ Σώσιππος, ἐπεὶ παρενήξατο τὸ πλεῦν
ἥβης, ἐκ γήρως δʼ ἀδρανίῃ δέδεται.
ἄλκιμος ἀγρίφαν κενοδοντίδα, καὶ φιλοδούπου
φάρσος ἄμας, στελεοῦ χῆρον ἐλαϊνέου,
ἀρθροπέδαν †στεῖμόν τε, καὶ ὠλεσίβωλον ἀρούρης
σφῦραν, καὶ δαπέδων μουνορυχὰν ὄρυγα,
καὶ κτένας ἑλκητῆρας, ἀνὰ προπύλαιον Ἀθάνας
θήκατο, καὶ ῥαπτὰς γειοφόρους σκαφίδας,
θησαυρῶν ὅτʼ ἔκυρσεν, ἐπεὶ τάχʼ ἂν ἁ πολυκαμπὴς
ἰξὺς κεἰς Ἀίδαν ᾤχετο κυφαλέα.
πήρην, κάδέψητον ἀπεσκληρυμμένον αἰγὸς
στέρφος, καὶ βάκτρον τοῦτὸ γʼ ὁδοιπορικόν,
κὤλπαν ἀστλέγγιστον, ἀχάλκωτόν τε κυνοῦχον,
καὶ πῖλον κεφαλᾶς οὐχ ὁσίας σκέπανον
ταῦτα καταφθιμένοιο μυρικίνεον περὶ θάμνον
σκῦλʼ ἀπὸ Σωχάρεος Λιμὸς ἀνεκρέμασεν,