Ancient Greek
Book 6, lines 6.299-6.304
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 6.299-304
Not analysed yet
φάρσος σοὶ γεραροῦ τόδε βότρυος, εἰνόδιʼ Ἑρμᾶ,
καὶ τρύφος ἰπνεύτα πιαλέου φθόιος
πάρκειται, σῦκόν τε μελαντραγές, ἅ τε φιλουλὶς
δρύππα, καὶ τυρῶν δρύψια κυκλιάδων,
ἀκτά τε Κρηταιὶς, ἐυτριβέος τε ῥόειπα
θωμὸς, καὶ Βάκχου πῶμʼ ἐπιδορπίδιον
τοῖσιν ἅδοι καὶ Κύπρις, ἐμὰ θεός· ὔμμι δὲ ῥέξειν
φημὶ παρὰ κροκάλαις ἀργιπόδαν χίμαρον.
Λαθρίη, ἐκ πλανίου ταύτην χάριν ἔκ τε πενέστεω
κἠξ ὀλιγησιπύου δέξο Λεωνίδεω,
ψαιστά τε πιήεντα καὶ εὐθήσαυρον ἐλαίην,
καὶ τοῦτο χλωρὸν σῦκον ἀποκράδιον,
κεὐοίνου σταφυλῆς ἔχʼ ἀποσπάδα πεντάρραγον,
πότνια, καὶ σπονδὴν τήνδʼ ὑποπυθμίδιον.
ἢν δὲ μέ γʼ, ὡς ἐκ νούσου ἀνειρύσω, ὧδε καὶ ἐχθρῆς
ἐκ πενίης ῥύσῃ, δέξο χιμαιροθύτην.
τὴν ἁλίην Εὔδημος, ἀφʼ ἧς ἅλα λιτὸν ἐπέσθων
χειμῶνας μεγάλους ἐξέφυγεν δανέων,
θῆκε θεοῖς Σαμόθρᾳξι, λέγων ὅτι τήνδε, κατʼ εὐχήν,
ὦ μεγάλοι, σωθεὶς ἐξ ἁλός, ὧδʼ ἔθετο.
Φεύγεθʼ ὑπὲκ καλύβης, σκότιοι μύες· οὔτι πενιχρὴ
μῦς σιπύη βόσκειν οἶδε Λεωνίδεω.
αὐτάρκης ὁ πρέσβυς ἔχων ἅλα καὶ δύο κρῖμνα·
ἐκ πατέρων ταύτην ᾐνέσαμεν βιοτήν.
τῷ τί μεταλλεύεις τοῦτον μυχόν, ὦ φιλόλιχνε,
οὐδʼ ἀποδειπνιδίου γευόμενος σκυβάλου;
σπεύδων εἰς ἄλλους οἴκους ἴθι ʽ τἀμὰ δὲ λιτἄ,
ὧν ἄπο πλειοτέρην οἴσεαι ἁρμαλιήν.
μύες, εἰ μὲν ἐπʼ ἄρτον ἐληλύθατʼ, ἐς μυχὸν ἄλλον
στείχετʼ ʽ ἐπεὶ λιτὴν οἰκέομεν καλύβηνʼ,
οὗ καὶ πίονα τυρὸν ἀποδρέψεσθε καὶ αὔην
ἰσχάδα, καὶ δεῖπνον συχνὸν ἀπὸ σκυβάλων.
εἰ δʼ ἐν ἐμαῖς βίβλοισι πάλιν καταθήξετʼ ὀδόντα,
κλαύσεσθʼ, οὐκ ἀγαθὸν κῶμον ἐπερχόμενοι.
Ἀκτῖτʼ ὦ καλαμευτά, ποτὶ ξερὸν ἔλθʼ ἀπὸ πέτρας,
καί με λάβʼ εὐάρχαν πρώιον ἐμπολέα.
αἴτε σὺ γʼ ἐν κύρτῳ μελανουρίδας, αἴτε τινʼ ἀγρεῖς
μορμύρον, ἢ κίχλην, ἢ σπάρον, ἢ σμαρίδα,
αἴσιον αὐδάσεις με τὸν οὐ κρέας, ἀλλὰ θάλασσαν
τιμῶντα, ψαφαροῦ κλάσματος εἰς ἀπάταν.
χαλκίδας ἢν δὲ φέρῃς φιλακανθίδας, ἤ τινα θρίσσαν,
εὐάγρει· λιθίναν οὐ γὰρ ἔχω φάρυγα.