Ancient Greek · ~1 min
Book 6
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 6.305
Not analysed yet
Λαβροσύνᾳ τάδε δῶρα φιλευχύλῳ τε Λαφυγμῷ
θήκατο †δεισόζου Δωριέος κεφαλά·
τὼς Λαρισσαίως βουγάστορας ἑψητῆρας,
καὶ χύτρως, καὶ τὰν εὐρυχαδῆ κύλικα,
καὶ τὰν εὐχάλκωτον ἐύγναμπτόν τε κρεάγραν,
καὶ κνῆστιν, καὶ τὰν ἐτνοδόνον τορύναν.
Λαβροσύνα; ,σὺ δὲ ταῦτα κακοῦ κακὰ δωρητῆρος
δεξαμένα, νεύσαις μή ποκα σωφροσύναν.