Ancient Greek · ~7 min
Book 6, lines 6.307-6.320
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 6.307-320
Not analysed yet
Εὐγάθης Λαπιθανὸς ἐσοπτρίδα, καὶ φιλέθειρον
σινδόνα, καὶ πετάσου φάρσος ὑποξύριον,
καὶ ψήκτραν δονακῖτιν ἀπέπτυσε, καὶ λιποκόπτους
φασγανίδας, καὶ τοὺς συλόνυχας στόνυχας·
ἔπτυσε δὲ ψαλίδας, ξυρὰ καὶ θρόνον, εἰς δʼ Ἐπικούρου,
κουρεῖον προλιπών, ἅλατο κηπολόγος,
ἔνθα λύρας ἤκουεν ὅπως ὄνος· ὤλετο δʼ ἄν που
λιμώσσων, εἰ μὴ στέρξε παλινδρομίαν·
νικήσας τοὺς παῖδας, ἐπεὶ καλὰ γράμματʼ ἔγραψεν,
Κόνναρος ὀγδώκοντʼ ἀστραγάλους ἔλαβεν,
κἀμέ, χάριν Μούσαις, τὸν κωμικὸν ὧδε Χάρητα
πρεσβύτην θορύβῳ θήκατο παιδαρίων.
εὔφημόν τοι σφαῖραν, ἐυκρόταλόν τε Φιλοκλῆς
Ἑρμείῃ ταύτην πυξινέην πλατάγην,
ἀστραγάλας θʼ αἷς πόλλʼ ἐπεμήνατο, καὶ τὸν ἑλικτὸν
ῥόμβον, κουροσύνης παίγνιʼ ἀνεκρέμασεν.
Εὐμαθίην ᾐτεῖτο διδοὺς ἐμὲ Σῖμος ὁ Μίκκου
ταῖς Μούσαις· αἱ δέ, Γλαῦκος ὅκως, ἔδοσαν
ἀντʼ ὀλίγου μέγα δῶρον ἐγὼ δʼ ἀνὰ τῇδε κεχηνὼς
κεῖμαι τοῦ Σαμίου διπλόον, ὁ τραγικὸς
παιδαρίων Διόνυσος ἐπήκοος· οἱ δὲ λέγουσιν,
ἱερὸς ὁ πλόκαμος, τοὐμὸν ὄνειαρ ἐμοί.
τῆς Ἀγοράνακτός με λέγε, ξένε, κωμικὸν ὄντως
ἀγκεῖσθαι νίκης μάρτυρα τοῦ Ῥοδίου
Πάμφιλον, οὐ μὲν ἔρωτι δεδαγμένον, ἥμισυ δʼ ὀπτῇ
ἰσχάδι καὶ λύχνοις Ἴσιδος εἰδόμενον.
ἡνία δή τοι παῖδες ἐνί, τράγε, φοινικόεντα
θέντες καὶ λασίῳ φιμὰ περὶ στόματι,
ἵππια παιδεύουσι θεοῦ περὶ ναὸν ἄεθλα,
ὄφρʼ αὐτοὺς ἐφορῇ νήπια τερπομένους.
κούρα Πάλλαντος πολυώνυμε, πότνια Νίκα,
πρόφρων Καρθαίων ἱμερόεντα χορὸν
αἰὲν ἐποπτεύοις, πολέας δʼ ἐν ἀθύρμασι Μουσᾶν
Κηίῳ ἀμφιτίθει Βακχυλίδῃ στεφάνους.
Πηνελόπη, τόδε σοὶ φᾶρος καὶ χλαῖναν Ὀδυσσεὺς
ἤνεγκεν, δολιχὴν ἐξανύσας ἀτραπόν.
τὸν τραγόπουν ἐμὲ Πᾶνα, φίλον Βρομίοιο καὶ υἱὸν
Ἀρκάδος, ἀντʼ ἀλκᾶς ἔγραφεν Ὠφελίων.
Ἀερόπης δάκρυον διερῆς, καὶ λείψανα δείπνων
δύσνομα, καὶ ποινὴν ἔγραφεν Ὠφελίων.
Πραξιτέλης ἔπλασε Δαναὴν καὶ φάρεα Νυμφῶν
λύγδινα, καὶ πέτρης Πᾶνʼ ἐμὲ Πεντελικῆς.
Κύπριδι κουροτρόφῳ δάμαλιν ῥέξαντες ἔφηβοι
χαίροντες νύμφας ἐκ θαλάμων ἄγομεν.
αἰθομέναις ὑπὸ δᾳσὶν ἐν εὐρυχόρῳ πατρὸς οἴκῳ
παρθένον ἐκ χειρῶν ἠγαγόμην ; Κύπριδος.
Ἀσκανίη μέγα χαῖρε καλή, καὶ χρύσεα Βάκχου
ὄργια, καὶ μύσται πρόκριτοι Εὐίεω.