Ancient Greek · ~7 min
Book 6, lines 6.321-6.331
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 6.321-331
Not analysed yet
θύει σοι τόδε γράμμα γενεθλιακαῖσιν ἐν ὥραις,
Καῖσαρ, Νειλαίη Μοῦσα Λεωνίδεω.
Καλλιόπης γὰρ ἄκαπνον ἀεὶ θύος. εἰς δὲ νέωτα,
ἢν ἐθέλῃς, θύσει τοῦδε περισσότερα.
τήνδε Λεωνίδεω θαλερὴν πάλι δέρκεο Μοῦσαν,
δίστιχον εὐθίκτου παίγνιον εὐεπίης.
ἔσται δʼ ἐν Κρονίοις Μάρκῳ περικαλλὲς ἄθυρμα
τοῦτο, καὶ ἐν δείπνοις, καὶ παρὰ μουσοπόλοις
Ἀναστρέφον ἢ Ἀνακυκλικόν
Οἰδιπόδης κάσις ἦν τεκέων, καὶ μητέρι πόσσις
γίνετο, καὶ παλάμης ἦν τυφλὸς ἐκ σφετέρης.
πέμματα τίς λιπόωντα, τίς Ἄρεϊ τῷ πτολιπόρθῳ
βότρυς, τίς δὲ ῥόδων θῆκεν ἐμοὶ κάλυκας;
νύμφαις ταῦτα φέροι τις ἀναιμάκτους δὲ θυηλὰς
οὐ δέχομαι βωμοῖς ὁ θρασύμητις Ἄρης.
ἄλλος ἀπὸ σταλίκων, ὁ δʼ ἀπʼ ἠέρος, ὃς δʼ ἀπὸ πόντου,
Εὔπολι, σοὶ πέμπει δῶρα γενεθλίδια·
ἀλλʼ ἐμέθεν δέξαι Μουσῶν στίχον, ὅστις ἐς αἰεὶ
μίμνει, καὶ φιλίης σῆμα καὶ εὐμαθίης.
Λὐκτιον ἰοδόκην καὶ καμπύλον, Ἄρτεμι, τόξον
Νῖκις ὁ Λυσιμάχου παῖς ἀνέθηκε Λίβυς·
ἰοὺς γὰρ πλήθοντας ἀεὶ λαγόνεσσι φαρέτρης
δορκάσι καὶ βαλίαις ἐξεκένωσ’ ἐλάφοις.
εἷς πρὸς ἕνα ψήφοισιν ἰσάζεται, οὐ δύο δοιοῖς
οὐ γὰρ ἔτι στέργω τὴν δολιχογραφίην.
τὴν τριτάτην Χαρίτων ἀπʼ ἐμεῦ πάλι λάμβανε βύβλον,
Καῖσαρ ἰσηρίθμου σύμβολον εὐεπίης,
Νεῖλος ὅπως καὶ τήνδε διʼ Ἑλλάδος ἰθύνουσαν
τῇ χθονὶ σᾖ πέμψει δῶρον ἀοιδότατον.
ἄλλος μὲν κρύσταλλον, ὁ δʼ ἄργυρον, οἱ δὲ τοπάζους
πέμψουσιν, πλούτου δῶρα γενεθλίδια·
ἀλλʼ ἴδʼ Ἀγρειππίνῃ δύο δίστιχα μοῦνον ἰσώσας,
ἀρκοῦμαι δώροις, ἃ φθόνος οὐ δαμάσει.
θνητῶν μὲν τέχναις ἀπορούμενος, εἰς δὲ τὸ θεῖον
ἐλπίδα πᾶσαν ἔχων, προλιπὼν εὔπαιδας Ἀθήνας,
ἰάθην ἐλθών, Ἀσκληπιέ, πρὸς τὸ σὸν ἄλσος,
ἕλκος ἔχων κεφαλῆς ἐνιαύσιον, ἐν τρισὶ μησίν.
παῖδα πατὴρ Ἄλκων ὀλοῷ σφιγχθέντα δράκοντι
ἀθρήσας, δειλῇ τόξον ἔκαμψε χερί·
θηρὸς δʼ οὐκ ἀφάμαρτε· διὰ στόματος γὰρ ὀιστὸς
ἤιξεν, τυτθοῦ βαιὸν ὕπερθε βρέφους.
παυσάμενος δὲ φόβοιο, παρὰ δρυῒ τῇδε φαρέτρην
σῆμα καὶ εὐτυχίης θῆκε καὶ εὐστοχίης,