Ancient Greek · ~6 min
Book 6, lines 6.350-6.358
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 6.350-358
Not analysed yet
Τυρσηνῆς κελάδημα διαπρύσιον σάλπιγγος,
πολλάκι Πισαίων στρηνὲς ὑπὲρ πεδίων
φθεγξαμένης, ὁ πρὶν μὲν ἔχει χρόνος ἐν δυσὶ νίκαις·
εἰ δὲ σὺ καὶ τρισσοὺς ἤγαγες εἰς στεφάνους
ἀστὸν Μιλήτου Δημοσθένεʼ, οὔ ποτε κώδων
χάλκεος ἠχήσει πλειοτέρῳ στόματι.
α. τίν με, λεοντάγχʼ ὦνα συοκτόνε, φήγινον ὄζον
β. θῆκε τίς; α. Ἀρχῖνος. β. ποῖος; α. ὁ Κρής.
β. δέχομαι.
ἐξ ἁπαλᾶν χειρῶν τάδε γράμματα· λῷστε Προμαθεῦ,
ἔντι καὶ ἄνθρωποι τὶν ὁμαλοὶ σοφίαν.
ταύταν γοῦν ἐτύμως τὰν παρθένον ὅστις ἔγραψεν,
αἰ καὐδὰν ποτέθηκʼ, ἦς κʼ Ἀγαθαρχὶς ὅλα.
Αὐτομέλιννα τέτυκται· ἴδʼ ὡς ἀγανὸν τὸ πρόσωπον
ἁμὲ ποτοπτάζειν μειλιχίως δοκέει·
ὡς ἐτύμως θυγάτηρ τᾷ ματέρι πάντα ποτῴκει.
ἦ καλὸν ὅκκα πέλῃ τέκνα γονεῦσιν ἴσα.
γνωτὰ καὶ τηνῶθε Σαβαιθίδος εἴδεται ἔμμεν
ἅδʼ εἰκὼν μορφᾷ καὶ μεγαλειοσύνᾳ.
θάεο τὰν πινυτὰν τὸ δὲ μείλιχον αὐτόθι τήνας
ἔλπομʼ ὁρῆν χαίροις πολλά, μάκαιρα γύναι.
ἁ μάτηρ ζῷον τὸν Μίκυθον, οἷα πενιχρὰ
Βάκχῳ δωρεῖται, ῥωπικὰ γραψαμένα.
Βάκχε, σὺ δʼ ὑψῴης τὸν Μίκυθον εἰ δὲ τὸ δῶρον
ῥωπικόν, ἁ λιτὰ ταῦτα φέρει πενία.
Κλειοῦς αἱ δύο παῖδες Ἀριστοδίκη καὶ Ἀμεινὼ
Κρῆσσαι, πότνια, σῆς, Ἄρτεμι, νειοκόρου
τετραετεῖς ἀπὸ μητρός. ἴδοις, ὤνασσα, τὰ τῆσδε
εὔτεκνα, κἀντὶ μιῆς θὲς δύο νειοκόρους.
α. ὄλβια τέκνα γένοισθε· τίνος γένος ἐστέ; τί δʼ ὑμῖν
ὧδε καλοῖς χαρίεν κείμενὸν ἐστʼ ὄνομα;
β. “Νικάνωρ ἐγώ εἰμι, πατὴρ δέ μοι Αἰπιόρητος,
μήτηρ δʼ Ἡγησώ, κεἰμὶ γένος Μακεδών.”
γ. καὶ μὲν ἐγὼ Φίλα εἰμί, καὶ ἐστί μοι οὗτος ἀδελφός
ἐκ δʼ εὐχῆς τοκέων ἕσταμες ἀμφότεροι.”
χαῖρέ μοι, ἁβρὲ κύπασσι, τὸν Ὀμφάλη ἥ ποτε Λυδὴ
λυσαμένη φιλότητʼ ἦλθεν ἐς Ἡρακλέους.
ὄλβιος ἦσθα, κύπασσι, καὶ ἐς τότε καὶ πάλιν, ὡς νῦν.