Ancient Greek · ~7 min
Book 6, lines 6.340-6.349
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 6.340-349
Not analysed yet
ἁ Κύπρις οὐ πάνδαμος· ἱλάσκεο τὰν θεόν, εἰπὼν
Οὐρανίαν, ἁγνᾶς ἄνθεμα Χρυσογόνας
οἴκῳ ἐν Ἀμφικλέους, ᾧ καὶ τέκνα, καὶ βίον ἔσχε
ξυνόν, ἀεὶ δέ σφιν λώιον εἰς ἔτος ἦν
ἐκ σέθεν ἀρχομένοις, ὦ πότνια· κηδόμενοι γὰρ
ἀθανάτων αὐτοὶ πλεῖον ἔχουσι βροτοί.
Βόσπορον ἰχθυόεντα γεφυρώσας ἀνέθηκε
Μανδροκλέης Ἥρῃ, μνημόσυνον σχεδίας,
αὑτῷ μὲν στέφανον περιθείς, Σαμίοισι δὲ κῦδος,
Δαρείου βασιλέως ἐκτελέσας κατὰ νοῦν.
ἄθρησον Χαρίτων ὑπὸ παστάδι τᾷδε τριήρους
στυλίδα· τᾶς πρώτας τοῦθʼ ὑπόδειγμα τέχνας·
ταύταν γὰρ πρώταν ποτʼ ἐμήσατο Παλλὰς Ἀθάνα,
τάνδε πόλει καλὰν ἀντιδιδοῦσα χάριν,
οὕνεκεν ὑψίστᾳ Τριτωνίδι νηὸν ἔτευξεν
Κύζικος ἅδʼ, ἱρᾷ πρῶτον ἐν Ἀσιάδι·
δεῖγμα δὲ καὶ πλίνθων χρυσήλατον ἤγαγεν ἄχθος
Δελφίδα γᾶν, Φοίβῳ τάνδε νέμουσα χάριν.
ἔθνεα Βοιωτῶν καὶ Χαλκιδέων δαμάσαντες
παῖδες Ἀθηναίων ἔργμασιν ἐν πολέμου,
δεσμῷ ἐν ἀχνυόεντι σιδηρέῳ ἔσβεσαν ὕβριν
τῶν ἵππους, δεκάτην Παλλάδι, τάσδʼ ἔθεσαν.
Θεσπιαὶ εὐρύχοροι πέμψαν ποτὲ τούσδε σὺν ὅπλοις
τιμωροὺς προγόνων βάρβαρον εἰς Ἀσίην,
οἳ μετʼ Ἀλεξάνδρου Περσῶν ἄστη καθελόντες
στῆσαν Ἐριβρεμέτῃ δαιδάλεον τρίποδα.
εἴαρος ἤνθει μὲν τὸ πρὶν ῥόδα, νῦν δʼ ἐνὶ μέσσῳ
χείματι πορφυρέας ἐσχάσαμεν κάλυκας,
σῇ ἐπιμειδήσαντα γενεθλίῃ ἄσμενα τῇδε
ἠοῖ, νυμφιδίων ἀσσοτάτῃ λεχέων.
καλλίστης ὀφθῆναι ἐπὶ κροτάφοισι γυναικὸς
λώιον ἢ μίμνειν ἠρινὸν ἠέλιον.
Τέλλιδι ἱμερόεντα βίον πόρε, Μαιάδος υἱέ,
ἀντʼ ἐρατῶν δώρων τῶνδε χάριν θέμενος·
δὸς δέ μιν εὐθυδίκων Εὐωνυμέων ἐνὶ δήμῳ
ναίειν, αἰῶνος μοῖραν ἔχοντʼ ἀγαθήν.
Ἄρτεμι, τὶν τόδʼ ἄγαλμα Φιληρατὶς εἵσατο τῇδε
ἀλλὰ σὺ μὲν δέξαι, πότνια, τὴν δὲ σάω.
αἴλινον ὠκυμόρῳ με λεχωίδι τοῦτο κεκόφθαι
τῆς Διοδωρείου γράμμα λέγει σοφίης,
κοῦρον ἐπεὶ τίκτουσα κατέφθιτο παῖδα δὲ Μήλας
δεξάμενος θαλερὴν κλαίω Ἀθηναΐδα,
Λεσβιάδεσσιν ἄχος καὶ Ἰήσονι πατρὶ λιποῦσαν.
Ἄρτεμι, σοὶ δὲ κυνῶν θηροφόνων ἔμελεν.
Ἰνοῦς ὦ Μελικέρτα, σύ τε γλαυκὴ μεδέουσα
Λευκοθέη πόντου, δαῖμον ἀλεξίκακε,
Νηρῄδων τε χοροί, καὶ κύματα, καὶ σύ, Πόσειδον,
καὶ Θρήιξ, ἀνέμων πρηΰτατε, Ζέφυρε,
ἵλαοί με φέροιτε, διὰ πλατὺ κῦμα φυγόντα,
σῶον ἐπὶ γλυκερὰν ᾐόνα Πειραέως.