Ancient Greek · ~8 min
Book 6, lines 6.44-6.53
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 6.44-53
Not analysed yet
Γλευκοπόταις Σατύροισι καὶ ἀμπελοφύτορι Βάκχῳ
Ἡρῶναξ πρώτης δράγματα φυταλιῆς,
τρισσῶν οἰνοπέδων τρισσοὺς ἱερώσατο τούσδε,
ἐμπλήσας οἴνου πρωτοχύτοιο, κάδους·
ὧν ἡμεῖς σπείσαντες, ὅσον θέμις, οἴνοπι Βάκχῳ
καὶ Σατύροις, Σατύρων πλείονα πιόμεθα.
ὀξέσι λαχνήεντα δέμας κέντροισιν ἐχῖνον
ῥαγολόγον, γλυκερῶν σίντορα θειλοπέδων,
σφαιρηδὸν σταφυλῇσιν ἐπιτροχάοντα δοκεύσας,
Κώμαυλος Βρομίῳ ζωὸν ἀνεκρέμασεν.
τὰν πρὶν Ἐνυαλίοιο καὶ Εἰράνας ὑποφᾶτιν,
μέλπουσαν κλαγγὰν βάρβαρον ἐκ στομάτων,
χαλκοπαγῆ σάλπιγγα, γέρας Φερένικος Ἀθάνᾳ.
λήξας καὶ πολέμου καὶ θυμέλας, ἔθετο.
κερκίδα τὴν φιλαοιδὸν Ἀθηναίῃ θέτο Βιττὼ
ἄνθεμα, λιμηρῆς ἄρμενον ἐργασίης,
εἶπε δέ· “χαῖρε, θεά, καὶ τήνδʼ ἔχε· χήρη ἐγὼ γὰρ
τέσσαρας εἰς ἐτέων ἐρχομένη δεκάδας,
ἀρνεῦμαι τὰ σὰ δῶρα· τὰ δʼ ἔμπαλι Κύπριδος ἔργων
ἅπτομαι· ὥρης γὰρ κρεῖσσον ὁρῶ τὸ θέλειν.”
κερκίδα τὴν φιλοεργὸν Ἀθηναίῃ θέτο Βιττὼ
ἄνθεμα, λιμηρῆς ἄρμενον ἐργασίης,
πάντας ἀποστύξασα γυνὴ τότε τοὺς ἐν ἐρίθοις
μόχθους καὶ στυγερὰς φροντίδας ἱστοπόνων
εἶπε δʼ Ἀθηναίῃ· “τῶν Κύπριδος ἅψομαι ἔργων,
τὴν Πάριδος κατὰ σοῦ ψῆφον ἐνεγκαμένη·”
χάλκεός εἰμι τρίπους· Πυθοῖ δʼ ἀνάκειμαι ἄγαλμα,
καὶ μʼ ἐπὶ Πατρόκλῳ θῆκεν πόδας ὠκὺς Ἀχιλλεύς·
Τυδείδης δʼ ἀνέθηκε βοὴν ἀγαθὸς Διομήδης,
νικήσας ἵπποισιν ἐπὶ πλατὺν Ἑλλήσποντον.
τόνδε ποθʼ Ἕλληνες ῥώμῃ χερός, ἔργῳ Ἄρηος,
εὐτόλμῳ ψυχῆς λήματι πειθόμενοι,
Πέρσας ἐξελάσαντες, ἐλεύθερον Ἑλλάδι κόσμον
ἱδρύσαντο Διὸς βωμὸν Ἐλευθερίου.
μῆτερ ἐμή Ῥείη, Φρυγίων θρέπτειρα λεόντων,
Δίνδυμον ἧς μύσταις οὐκ ἀπάτητον ὄρος,
σοὶ τάδε θῆλυς Ἄλεξις ἑῆς οἰστρήματα λύσσης
ἄνθετο, χαλκοτύπου παυσάμενος μανίης,
κύμβαλά τʼ ὀξύφθογγα, βαρυφθόγγων τʼ ἀλαλητὸν
αὐλῶν, οὓς μόσχου λοξὸν ἔκαμψε κέρας,
τυμπανά τʼ ἠχήεντα, καὶ αἵματι φοινιχθέντα
φάσγανα, καὶ ξανθάς, τὰς πρὶν ἔσεισε, κόμας.
ἵλαος, ὦ δέσποινα, τὸν ἐν νεότητι μανέντα
γηραλέον προτέρης παῦσον ἀγριοσύνης
οὕτω τοι, μελία ταναά, ποτὶ κίονα μακρὸν
ἧσο, Πανομφαίῳ Ζηνὶ μένουσ’ ἱερά·
ἤδη γὰρ χαλκός τε γέρων, αὐτά τε τέτρυσαι
πυκνὰ κραδαινομένα δαΐῳ ἐν πολέμῳ.
Εὔδημος τὸν νηὸν ἐπʼ ἀγροῦ τόνδʼ ἀνέθηκεν
τῷ πάντων ἀνέμων πιοτάτῳ Ζεφύρῳ·
εὐξαμένῳ γάρ οἱ ἦλθε βοαθόος, ὄφρα τάχιστα
λικμήσῃ πεπόνων καρπὸν ἀπʼ ἀσταχύων.