Ancient Greek · ~7 min
Book 6, lines 6.37-6.43
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 6.37-43
Not analysed yet
γήραϊ δὴ καὶ τόνδε κεκυφότα φήγινον ὄζον
οὔρεσιν ἀγρῶται βουκόλοι ἐξέταμον
Πανὶ δέ μιν ξέσσαντες ὁδῷ ἔπι καλὸν ἄθυρμα
κάτθεσαν, ὡραίων ῥύτορι βουκολίων.
δίκτυά σοι μολίβῳ στεφανούμενα, δυσιθάλασσα,
καὶ κώπην, ἅλμης τὴν μεθύουσαν ἔτι,
κητοφόνον τε τρίαιναν, ἐν ὕδασι καρτερὸν ἔγχος,
καὶ τὸν ἀεὶ φελλοῖς κύρτον ἐλεγχόμενον,
ἄγκυράν τε, νεῶν στιβαρὴν χέρα, καὶ φιλοναύτην
σπέρμα πυρὸς σῴζειν πέτρον ἐπιστάμενον,
ἀρχιθάλασσε Πόσειδον, Ἀμύντιχος ὕστατα δῶρα
θήκατʼ, ἐπεὶ μογερῆς παύσαθʼ ἁλιπλανίης.
αἱ τρισσαί, Σατύρη τε, καὶ Ἡράκλεια, καὶ Εὐφρώ,
θυγατέρες Ξούθου καὶ Μελίτης, Σάμιαι·
ἁ μέν, ἀραχναίοιο μίτου πολυδινέα λάτριν,
ἄτρακτον, δολιχᾶς οὐκ ἄτερ ἀλακάτας·
ἁ δὲ πολυσπαθέων μελεδήμονα κερκίδα πέπλων
εὔθροον ἁ τριτάτα δʼ εἰροχαρῆ τάλαρον
οἷς ἔσχον· χερνῆτα βίον δηναιόν, Ἀθάνα
πότνια, ταῦθʼ αἱ σαὶ σοὶ θέσαν ἐργάτιδες.
τὼ βόε μοι· σῖτον δὲ τετεύχατον ἵλαθι, Δηοῖ,
δέχνυσο δʼ ἐκ μάζης, οὐκ ἀπὸ βουκολίων
δὸς δὲ βόε ζώειν ἐτύμω, καὶ πλῆσον ἀρούρας
δράγματος, ὀλβίστην ἀντιδιδοῦσα χάριν.
σῷ γὰρ ἀρουροπόνῳ Φιλαλήθεϊ τέτρατος ἤδη
ὀκτάδος ἑνδεκάτης ἐστὶ φίλος λυκάβας,
οὐδέποτʼ ἀμήσαντι Κορινθικόν, οὔ ποτε πικρᾶς
τῆς ἀφιλοσταχύου γευσαμένῳ πενίης.
χαλκὸν ἀροτρητήν, κλασιβώλακα, νειοτομῆα,
καὶ τὴν ταυροδέτιν βύρσαν ὑπαυχενίην,
καὶ βούπληκτρον ἄκαιναν, ἐχετλήεντά τε γόμφον
Δηοῖ Καλλιμένης ἄνθετο γειοπόνος,
τμήξας εὐαρότου ῥάχιν ὀργάδος· εἰ δʼ ἐπινεύσεις
τὸν στάχυν ἀμῆσαι, καὶ δρεπάνην κομίσω.
Ἀλκιμένης ὁ πενιχρὸς ἐπὶ σμικρῷ τινι κήπῳ
τοῦ φιλοκαρποφόρου γευσάμενος θέρεος,
ἰσχάδα καὶ μῆλον καὶ ὕδωρ γέρα Πανὶ κομίζων,
εἶπε· “σύ μοι βιότου τῶν ἀγαθῶν ταμίας·
ὧν τὰ μὲν ἐκ κήποιο, τὰ δʼ ὑμετέρης ἀπὸ πέτρης
δέξο, καὶ ἀντιδιδοὺς δὸς πλέον ὧν ἔλαβες.”
τὸν Νυμφῶν θεράποντα, φιλόμβριον, ὑγρὸν ἀοιδόν,
τὸν λιβάσιν κούφαις τερπόμενον βάτραχον
χαλκῷ μορφώσας τις ὁδοιπόρος εὖχος ἔθηκε,
καύματος ἐχθροτάτην δίψαν ἀκεσσάμενος·
πλαζομένῳ γὰρ ἔδειξεν ὕδωρ, εὔκαιρον ἀείσας
κοιλάδος ἐκ δροσερῆς ἀμφιβίῳ στόματι.
φωνὴν δʼ ἡγήτειραν ὁδοιπόρος οὐκ ἀπολείπων
εὗρε πόσιν γλυκερῶν ὧν ἐπόθει ναμάτων.