Ancient Greek · ~5 min
Book 6, lines 6.66-6.70
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 6.66-70
Not analysed yet
ἄβροχον ἀπλανέος μόλιβον γραπτῆρα κελεύθου,
ἧς ἔπι ῥιζοῦται γράμματος ἁρμονίη,
καὶ κανόνα τροχαλοῖο κυβερνητῆρα μολίβδου,
καὶ λίθακα τρητὴν σπόγγῳ ἐειδομένην,
καὶ μέλανος σταθεροῖο δοχήιον, ἀλλὰ καὶ αὐτῶν
εὐγραφέων καλάμων ἀκροβαφεῖς ἀκίδας,
σπόγγον, ἁλὸς βλάστημα, χυτῆς λειμῶνα θαλάσσης,
καὶ χαλκὸν δονάκων τέκτονα λεπταλέων,
ἐνθάδε Καλλιμένης φιλομειδέσιν ἄνθετο Μούσαις,
γήραϊ κεκμηὼς ὄμματα καὶ παλάμην.
Ἀκλινέας γραφίδεσσιν ἀπιθύνοντα πορείας
τόνδε μόλιβδον ἄγων, καὶ μολίβου κανόνα
σύνδρομον ἡνιοχῆα, πολυτρήτου τʼ ἀπὸ πέτρης
λᾶαν, ὃς ἀμβλεῖαν θῆγε γένυν καλάμου,
σὺν δʼ αὐτοῖς καλάμοισι μέλαν, μυστήρια φωνῆς
ἀνδρομέης, σμίλης τʼ ὀξυτόμον κοπίδα,
Ἑρμείῃ Φιλόδημος, ἐπεὶ χρόνος ὄμματος αὐγὴν
ἀμβλύνας παλάμῃ δῶκεν ἐλευθερίην.
αὔλακας ἰθυπόρων γραφίδων κύκλοισι χαράσσων
ἄνθεμά σοι τροχόεις οὗτος ἐμὸς μόλιβος,
καὶ μολίβῳ χρωστῆρι κανὼν τύπον ὀρθὸν ὀπάζων,
καὶ λίθος εὐσχιδέων θηγαλέη καλάμων,
σὺν καλάμοις ἄγγος τε μελανδόκον, οἷσι φυλάσσει
αἰὼν ἐσσομένοις γῆρυν ἀποιχομένων.
δέχνυσο καὶ γλυπτῆρα σιδήρεον ᾧ θρασὺς Ἄρης
σὺν Μούσαις ἰδίην δῶκε διακτορίην,
Ἑρμείη· σὰ γὰρ ὅπλα· σὺ δʼ ἀδρανέος Φιλοδήμου
ἴθυνε ζωήν, λειπομένοιο βίου.
νῆα Ποσειδάωνι πολύπλανος ἄνθετο Κράντας,
ἔμπεδον ἐς νηοῦ πέζαν ἐρεισάμενος,
αὔρης οὐκ ἀλέγουσαν ἐπὶ χθονός· ἧς ἔπι Κράντας
εὐρὺς ἀνακλινθεὶς ἄτρομον ὕπνον ἔχει.
νῆά σοι, ὦ πόντου βασιλεῦ καὶ κοίρανε γαίης,
ἀντίθεμαι Κράντας, μηκέτι τεγγομένην,
νῆα, πολυπλανέων ἀνέμων πτερόν, ἧς ἔπι δειλὸς
πολλάκις ὠισάμην εἰσελάαν Ἀίδῃ·
πάντα δʼ ἀπειπάμενος, φόβον, ἐλπίδα, πόντον, ἀέλλας,
πιστὸν ὑπὲρ γαίης ἴχνιον ἡδρασάμην.