Ancient Greek · ~2 min
Book 6
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 6.71
Not analysed yet
σοὶ τὰ λιποστεφάνων διατίλματα μυρία φύλλων,
σοὶ τὰ νοοπλήκτου κλαστὰ κύπελλα μέθης,
βόστρυχα σοὶ τὰ μύροισι δεδευμένα, τῇδε κονίῃ
σκῦλα ποθοβλήτου κεῖται Ἀναξαγόρα,
σοὶ τάδε, Λαΐς, ἅπαντα· παρὰ προθύροις γὰρ ὁ δειλὸς
τοῖσδε σὺν ἀκρήβαις πολλάκι παννυχίσας,
οὐκ ἔπος, οὐ χαρίεσσαν ὑπόσχεσιν, οὐδὲ μελιχρῆς
ἐλπίδος ὑβριστὴν μῆθον ἐπεσπασατο·
φεῦ φεῦ, γυιοτακὴς δὲ λιπὼν τάδε σύμβολα κώμων,
μέμφεται ἀστρέπτου κάλλεϊ θηλυτέρης.