Ancient Greek · ~1 min
Play Pro, lines Fragment tit-2
Antidotus Comic., Fragmenta Fragment tit-2-2
Not analysed yet
ΠΡΩΤΟΧΟΡΟΣ.
Κατὰ τὴν στάσιν δὴ στάντες ἀκροάσασθέ μου.
πρὶν ἐγγραφῆναι καὶ λαβεῖν τὸ χλαμύδιον,
περὶ τοῦ παρασιτεῖν εἴ τις ἐμπέσοι λόγος,
τὸ τεχνίον ἀεὶ τοῦτό μοι κατεπίνετο,
καὶ παιδομαθὴς πρὸς αὐτὸ τὴν διάνοιαν ἦν.
Λαβόντα θερμοὺς ἐσχαρίτας, πῶς γὰρ οὔ;
τούτους ἀνειλίττοντα βάπτειν εἰς γλυκύν.