Ancient Greek
Fragment 3
Antigonus Paradox., Fragmenta 3
Not analysed yet
Anecd. Par. I, 391 Cramer: Ὁ δὲ Ἀντίγονός φησι τὸ θηλύγονον καὶ ἀρρενόγονον βοτάνας εἶναι, ἀπὸ δὲ τοῦ συμβεβηκότος τὴν ἐπωνυμίαν εἰληφέναι· τὸν μὲν γὰρ αὐτὸν ποιεῖν πως θηλύνεσθαι δὲ τρίβολον ἐν οἴνῳ ἀπὸ πρωί. Καὶ ταῦτα μὲν ἐπί τε συλλήψεως καὶ κυήσεως· ἐπὶ δὲ τῆς εἰνάτης ἰσχυροποιῆσθαι καὶ ἀφὴν ὑπομένειν· τῇ δὲ τεσσαρακοστῇ προσλαμβάνειν τὸ γελαστικὸν καὶ ἄρχεσθαι ἐπιγινώσκειν μητέρα.