Ancient Greek · ~2 min
2 to 3
ANTIGONUS, Fragmenta 2-3
Not analysed yet
Ἀπίθανοι μέν εἰσιν οἱ Τατίου θυγατέρα τοῦ ἡγεμόνος τῶν Σαβίνων οὖσαν αὐτὴν, Ῥωμύλῳ δὲ βίᾳ συνοικοῦσαν ἱστοροῦντες ταῦτα ποιῆσαι καὶ παθεῖν ὑπὸ τοῦ πατρός· ὧν καὶ Ἀντίγονός ἐστι. Δοκεῖ δ ̓ ἀπὸ τοῦ Ἀβάντιος εἶναι τὸ Ἀβαντιάς . . . Μαρτυρεῖ δὲ τῷ προτέρῳ λόγῳ ἀπὸ τοῦ Ἀβάντιος Ἀβαντιὰς τὸ Ἀβαντία θηλυκόν· ὅπερ που κατὰ βαρβαρικὴν τροπὴν τοῦ β εἰς μ Ἀμαντία ἐλέχθη παρὰ Ἀντιγόνῳ ἐν Μακεδονικῇ περιηγήσει. Καλλίμαχος δὲ Ἀμαντίνην, ὡς Λεοντίνην, αὐτὴν ἔφη· «Καὶ Ἀμαντίνην ᾤκισαν Ὠρικίην.»