Ancient Greek
1.85 to 1.104
Antimachus Eleg. et Epic., Fragmenta 1.85-104
Unproofread scanNot analysed yet
Χαίτῃσιν λάσιοι, πάντων στιβαρώτατοι ἀνδρῶν. Καὶ Ἀριστέας δὲ φησιν ἐν τοῖς Ἀριμασπείοις· „Ἰσσηδοὶ ἀνδρῶν“. Ἔφη δὲ Ἀριστέας ἀπικέσθαι ἐς Ἰσσηδόνας φοιβόλαμπος γενόμενος, 'Ισσηδόνων δὲ ὑπεροικεῖν 'Αριμασποὺς ἄνδρας μονυ- οφθάλμους, ὑπὲρ δὲ τούτων τοὺς χρυσοφύλακας γρύπας, τούτων δὲ τοὺς 'Υπερβορέους κατῆχοντας ἐπὶ θάλασσαν. τούτους δὴ πάντας πλὴν 'Υπερβορέων, ἀφέντων 'Αριμασπῶν, αἰεὶ τοῖσι πλησιοχώροισι ἐπι- τίθεσθαι, καὶ ὑπὸ μὲν 'Αριμασπῶν ἐξωθέεσθαι ἐκ τῆς χώρας 'Ισσηδόνων, ὑπὸ δὲ 'Ισσηδόνων Σκύθας. Κιμμε- ρίους δὲ οἰκέοντας ἐπὶ τῇ νοτίῃ θαλάσσῃ ὑπὸ Σκυ- θῶν πιεζομένους ἐκλείπειν τὴν χώραν. οὕτω οὐδὲ οὕτος συμφέρεται περὶ τῆς χώρας ταύτης Σκύθησι Τῆς δὲ γῆς, τῆς πέρι ὧδε ὁ λόγος ὡρμηται λέγεσθαι, οὐδεὶς οἶδε ἀτρεκέως ὅ τι τὸ κατῦπερθέ ἐστι· οὐδενὸς γὰρ δὴ αὐτόπτεω εἰδέναι φαμένου δύναμαι πυθέσθαι· οὐδὲ γὰρ οὐδὲ 'Αριστεῖς οὐδὲ οὕτος προσωτέρω 'Ισσηδόνων ἐν αὐτοῖσι τοῖσι ἐπεσι ποιέων ἐφησε ἀπικέσθαι· ἀλλὰ τὰ κατῦπερθε ἔλεγε ἀκοή, φὰς 'Ισσηδόνας εἶναι τοὺς ταῦτα λέγοντας. 'Αρισταῖος δὲ ὁ Προκοννήσιος, μνήμην γὰρ ἐποιήσατο 'Υπερβορέων καὶ οὕτος, τάχα ἂν τι καὶ πλεῖον περὶ αὐτῶν πεπυσμένος εἴη παρὰ 'Ισσηδόνων, ἐς οὓς ἀφικέσθαι φησὶν ἐν τοῖς ἐπεσιν. Τούτους τοὺς γρύπας ἐν τοῖς ἐπεσιν 'Αριστεᾶς ὁ Προκοννήσιος μάχεσθαι περὶ τοῦ χρυσοῦ φησὶν 'Αριμασποῖς τοῖς ὑπὲρ 'Ισσηδόνων¹). τὸν δὲ χρυσόν, ὃν φυλάσσουσιν οἱ γρύπες, ἀνιέναι τὴν γῆν· εἶναι δὲ Ἀριμασποὺς μὲν ἄνδρας μονοφθάλμους πάντας ἐκ γενετῆς1), γρύπας δὲ θηρία λέουσιν εἰκασμένα, πτερὰ δὲ ἔχειν καὶ στόμα ἀετοῦ. Ἐκ γὰρ δώρων πολλὰ κάκ’ ἀνθρώποισι πέλονται. Ἀντιμάχου τε τοῦ Τηίου εἰπόντος· „ἐκ γὰρ πέλονται“. Ἐκείνην δὲ τὴν ἡμέραν, ἥ τὴν πόλιν ὁ Ῥωμῦλος ἐκτίσεν, ἀτρεκεῖ τριακάδα τυχεῖν λέγουσι· καὶ σύνοδον ἐκλειπτικὴν ἐν αὐτῇ γενέσθαι σελήνης πρὸς ἥλιον, ἣν εἰδέναι καὶ Ἀντίμαχον οἴονται, τὸν Τηῖον ἐποποιόν, ἐτεὶ τρίτῳ τῆς ἑκτης ὀλυμπιάδος συμπεσοῦσαν. Τάχα δὲ καὶ τοὺς μονομμάτους Κύκλωπας ἐκ τῆς Σαυθικῆς ἱστορίας μετενήνοχε (Ὁμηρος): τοιούτους γὰρ τινὰς τοὺς Ἀριμασποὺς φασιν, οὕς ἐν τοῖς διὰ τὸ βούλεσθαι αὐτὸν τὴν ναῦν ἐμπρήσαι ,,δὴ τότ’ ἐτάφοισιν“.