Ancient Greek
10.24 to 10.38
Antimachus Eleg. et Epic., Fragmenta 10.24-38
Unproofread scanNot analysed yet
τὸν δὲ πρὸς τὰς ἀπολαύσεις ἀπλήστως διακειμένον ὑπὲρ αὐτῶν τε τούτων μνείαν ποιήσασθαι καὶ τοῦ ζῆν τὸν αὐτὸν τρόπον τοῖς θεοῖς, ἐφ’ οἷς ἀγανακτήσαντα τὸν Δία τὴν μὲν εὐχὴν ἀποτελέσαι διὰ τὴν ὑπόσχεσιν, ὅπως δὲ μηδὲν ἀπολαύῃ τῶν παρακειμένων ἀλλὰ διατελῇ ταραττόμενος, ὑπὲρ τῆς κεφαλῆς ἐξήρησεν αὐτῷ πέτρον, δι’ ὃν οὐ δύναται τῶν παρακειμένων τυχεῖν οὐδενός. ³) Μετὰ ταῦτά ἐστιν Ὁμήρου Ὀδύσσεια· ἔπειτα Τηλεγονίας²) βιβλία δύο Εὐγάμμωνος³) Κυρηναίου, περιέχοντα τάδε. οἱ μνήστορες⁴) ὑπὸ τῶν προσηκόντων θάπτονται· καὶ Ὀδυσσεὺς θύσας Νύμφαις εἰς Ἥλιν ἀποπλεῖ ἐπισκεψόμενος τὰ βουκόλια, καὶ ξενίζεται παρὰ Πολυξένῳ δώρων τε λαμβάνει κρατῆρα, καὶ ἐπὶ τούτῳ⁵) τὰ περὶ Τροφώνιον καὶ Ἀγαμήδην καὶ Αὐγέαν. ἔπειτα εἰς Ἰθάκην καταπλεύσας τὰς ὑπὸ Τειρεσίου ῥηθείσας τελεῖ θυσίας. καὶ μετὰ ταῦτα εἰς Θεσπρωτοὺς ἀφικνεῖται καὶ γαμεῖ Καλλιδίκη βασιλῖδα τῶν Θεσπρωτῶν. ἔπειτα πόλεμος συνίσταται τοῖς Θεσπρωτοῖς πρὸς Βρύγους,⁶) Ὀδυσσέως ἡγουμένου· ἐνταῦθα Ἀρης τοὺς περὶ τὸν Ὀδυσσέα τρέπεται,⁷) καὶ αὐτῷ εἰς μάχην Ἀθηνᾶ καθίσταται· τούτους μὲν Ἀπόλλων διαλύει. μετὰ δὲ τὴν Καλλιδίκης τελευτὴν τὴν μὲν βασιλείαν διαδέχεται Πολυπότης Ὀδυσσέως υἱός, αὐτὸς δ’ εἰς Ἰθάκην ἀφικνεῖται καὶ τούτῳ Τηλέγονος⁸) ἐπὶ ζήτησιν τοῦ πατρὸς πλέων, ἀποβὰς εἰς τὴν Ἰθάκην τέμνει τὴν νῆσον· ἐκβληθὲν δ’ Ὀδυ- τηλεγονίας β εὐγάμμωνος: προσαρξύνονται δὲ καὶ ἄμφω αἱ τοιαῦται λέξεις Σολώνεια, Πατρόκλεια), ὥσπερ καὶ Τηλεγόνεια κατὰ τὴν παλαιὰν ὀρθογραφίαν ἢ κατὰ Τηλέγονον πραγματεία. Εὐγάμμωνος μνηστήρες τούτου βρυγοὺς A-πεται τηλεγόμενος σεὺς ὑπὸ τοῦ παιδὸς ἀναιρεῖται κατ’ ἄγνοιαν. Τηλέ- γονος δ’ ἐπιγνοὺς τὴν ἁμαρτίαν τὸ τε τοῦ πατρὸς σῶμα καὶ τὸν Τηλέμαχον καὶ τὴν Πηνελόπην πρὸς τὴν μητέρα μεθίστησιν¹)· ἡ δὲ αὐτοὺς ἀθανάτους ποιεῖ, καὶ συνοικεῖ²) τῇ μὲν Πηνελόπῃ Τηλέγονος, Κίρκῃ³) δὲ Τηλέμαχος. αὐτοτελῶς γὰρ