Ancient Greek
103
Antimachus Eleg. et Epic., Fragmenta 103
Unproofread scanNot analysed yet
δὲ τρίτος τῶν λόγων ἡμῖν, ἐμοὶ δοκεῖν, ἀληθής ἐστιν, Ἀρσινόης ποιήσας εἶναι τῆς Λευκίππου παιδᾶ Ἀσκληπιόν. Ἀπολλοφάνει γὰρ τῷ Ἀρχάδι ἐς Δελφοὺς ἐλθόντι καὶ ἐρωμένῳ τὸν θεὸν εἰ γένοιτο ἐξ Ἀρσινόης Ἀσκληπιὸς καὶ Μεσση- νίος πολίτης εἴη, ἔχρησεν ἡ Πυθία· „ὡ μέγα χάριμα βροτοῖς βλαστὼν Ἀσκληπιὲ πᾶσιν, ὃν Φλεγυλῆς ἐπι- κτεν ἐμοὶ φιλόττη μιγεῖσα ἱμερόεσσα Κορωνίς ἐνὶ χρυσῇ Ἐπιδάυρῳ“. οὗτος δὲ χρησμὸς δηλοῖ μάλιστα οὐκ ὄντα Ἀσκληπιὸν Ἀρσινόης, ἀλλ᾿ Ἡσιόδου ἢ τῶν τινὰ ἐμπεποιηκότων ἐς τὰ Ἡσιόδου τὰ ἔπη συνθέντα ἐς τὴν μὲν Ἀρσινόης, οἱ δὲ Κορωνίδος φασὶν αὐτόν τὸν Ἀσκληπιόν) εἶναι. Ἀσκληπιάδης δὲ φησι τὴν Ἀρσινόην Λευκίππου εἶναι τοῦ Περιήρου, ἥς καὶ Ἀπόλλωνος Ἀσκληπιὸς καὶ θυγάτηρ