Ancient Greek
112
Antimachus Eleg. et Epic., Fragmenta 112
Unproofread scanNot analysed yet
δὲ φησι καὶ Ἡσίοδος. Μεχάων δὲ οὗτος υἱὸς Ἀσκληπιοῦ καὶ Ἀσσυνόνης ἢ Κορωνίδος· κατὰ δὲ Ἡσίοδον Ξάνθης¹). Τιμάνδρην Ἔχεμος θαλερὴν ποιήσατ᾽ ἄκοιτιν. ὁ μὲν Ἡσίοδος ἀμφοτέρους Διὸς εἶναι γενεαλογεῖ. οὔτε Ἀἰδας οὔτε Νεμέσεως δίδωσι τὴν Ἑλένην, ἀλλὰ θυγατέρας Ὠκεανοῦ καὶ Τιθηός¹. Τιήσιν δὲ φιλομειδὴς Ἀφροδίτη ἠγάσθη προσιδούσα, κακὴν δὲ σφ’ ἐμβαλε φήμην. Τιμάνδρῃ μὲν ἐπεὶτ’ Ἔχεμον προλιποῦσ’ ἐβεβήκει, ἵκετο δ’ ἐς Φυλήα, φίλον μακάρεσσι θεοῖσι. ὡς δὲ Κλυταιμνήστρῃ προλιποῦσ’ Ἀγαμέμνονα δίον Αἰγίσθῳ παρέλεκτο καὶ εἶλετο χείρον’ ἀκοίτην· ὡς δ’ Ἑλένη ἥσχυνε λέχος ξανθοῦ Μενελάου. Στησίχορός φησιν ὡς θύσων τοῖς θεοῖς Τυνδάρεως Ἀφροδίτης ἐπελάθετο, δι’ ὃ ὀργισθεῖσα ἡ θεὸς διγάμους τε καὶ τριγάμους καὶ λειψάνδρους αὐτοῦ τὰς θυγατέρας ἐποίησεν. καὶ