Ancient Greek
13.1 to 13.19
Antimachus Eleg. et Epic., Fragmenta 13.1-19
Unproofread scanNot analysed yet
δὲ ὑπὸ τὴν μάχην τοῦτον, ἣν ἐν τῇ νυκτὶ ἐμαχέσαντο οἱ Τρῶες, ὑπὸ Ἀδμήτου φησὶ τοῦ Ἀύγειου. Γέγραπται δὲ καὶ Λυκομήδης παρὰ τὸν Μέρητα ὁ Κρέοντος, ἔχων τραῦμα ἐπὶ τῷ καρπῷ· Λέσχεως οὕτω φησὶν αὐτὸν ὑπὸ Ἀγήνορος τρωθῆναι. δηλὰ οὖν ὡς ἄλλως γε οὐκ ἂν ὁ Πολύγνωτος ἔγραψεν οὕτω τὰ ἔλκη σφίσιν, εἰ μὴ ἐπελέξατο τὴν ποίησιν τοῦ Λέσχεως. Ὀμηρος μέν γε ἐδήλωσεν ἐν Ἰλιάδι Μενελάου καὶ Ὀδυσσέως ξενίαν παρὰ Ἀντήνορι, καὶ ὡς Ἐλικάων ἢ Λαοδίκη συνοικοῖ τῷ Ἀντήνορι· Λέσχεως δὲ τετρωμένον τὸν Ἐλικάωνα ἐν Καλλισθένης ἐν β' τῶν Ἑλληνικῶν οὕτω γράφει· ἔλω ἢ Τροία Θαρρηλίωνος μηνός, ὡς μὲν τινες τῶν ἱστορικῶν ἢ' ἰσταμένον, ὡς δὲ ὁ τὴν μικρὰν Ἰλιάδα ἢ' σθίνοντος. διορίζει γὰρ αὐτὸς τὴν ἄλωσιν φάσκων συμβῆναι τότε τὴν κατάληψιν ἡνίκα „νὺξ σελήνη“. Δωρήσω τρίποδα χρυσοῦντατον. τὸ ἐνεργητικὸν ἀντὶ τοῦ παθητικοῦ. „δωρήσω χρυσοῦντατον“, ἀντὶ τοῦ δωρήσομαι. ἐν τῇ ἀστροικῇ αὐτοῦ βίβλῳ διδάσκει, λέγων „νύμφαι ἀνθρώπων“. Τὴν μίαν δὲ τούτων τῶν Ἄρκτων τὴν μεγάλην, ἣν μετ’ ὀλίγον ὀνομάσει Ἑλίκην, Ἡσίοδός φησι Λυκάονος θυγατέρα εἶναι, καὶ ἐν Ἀρκαδίᾳ κατοικοῦσαν ἐλέσθαι μετὰ Ἀρτέμιδος τὴν περὶ τὰς θήρας1) ἀγωγὴν ἐν ὄρεσι ποιεῖσθαι, φθασεῖσαν δὲ ὑπὸ Διὸς καὶ ἤδη μέλλουσαν τεκεῖν ὀφθῆναι ὑπ’ αὐτῆς λουομένην· ἐφ’ ᾧ ὀργισθεῖσαν τὴν Ἄρτεμιν θηριοῦσαι αὐτήν, καὶ οὕτω τεκεῖν ἄρκτον οὖσαν τὸν κληθέντα Ἀρκάδα· οὖσαν δὲ ἐν τῷ ὄρει θηρευθῆναι ὑπ’ αἰπόλων τινῶν καὶ παραδοθῆναι Λυκάονι μετὰ τοῦ βρέφους· μετὰ χρόνον δέ τινα δόξαι εἰσελθεῖν εἰς τὸ Λύκαιον, ὃ ἐστὶ τοῦ Διὸς ἄβατον, ἀγνοήσασαν τὸν νόμον, ὑπὸ τοῦ ἰδίου υἱοῦ διακομένην· τῶν Ἀρκάδων δὲ αὐτὴν ἀναιρεῖν μελλόντων διὰ τὸν εἰρημένον νόμον, ὁ Ζεὺς διὰ τὴν συγγένειαν αὐτῆς ἐξεῖλετο καὶ ἐν τοῖς ἄστροις ἔθηκεν. "Ἀρκτον αὐτὴν ὀνομάσας διὰ τὸ σύμπτωμα. Τοῦτον δὲ Ἡσίοδος φησι δὲ τὰ ἔπη τὰ ἐς Εὐρώπην ποιήσας φησὶν Ἀμφίωνα χρήσασθαι λύρᾳ πρῶτον Ἑρμοῦ διδάξαντος.