Ancient Greek
167
Antimachus Eleg. et Epic., Fragmenta 167
Unproofread scanNot analysed yet
Ἱστορεῖ Νίκανδρος Ἐτεροιουμένων α' καὶ Ἡσίοδος ἐν μεγάλας Ἡοίαις κτλ. "Ἀργον τοῦ Φοίξου καὶ Περισύλης τῆς Ἀδμήτου θυγατρὸς ἐγένετο Μάρνης. οὗτος ὤκησεν ἐγγὺς Θεσσαλίας, καὶ τὴν γῆν ταύτην ἀπὸ αὐτοῦ Μαργνησίαν προσηγόρευσαν οἱ ἄνθρωποι. ἐγένετο δ' αὐτῷ παῖς περίβλεπτος τὴν ὄψιν Ἡμέναϊος. ἐπεὶ δὲ Ἀπόλλωνα ἰδόντα ἔφως ἔλαβε τοῦ παιδὸς καὶ οὐκ ἐξελίμπανε τὰ οἰκία τοῦ Μάρνητος, Ἐρμῆς ἐπιβουλεύει τῇ ἀγέλῃ τῶν βοῶν τοῦ Ἀπόλλωνος. αἱ δὲ ἐνέμοντο ἵνα περ ἦσαν αἱ Ἀδμήτου βόες· καὶ πρῶτα μὲν ἐμβάλλει ταῖς κυσίν, αἱ ἐφύλαττον αὐτάς, Λίθαργον καὶ Κυνάρχην. αἱ δὲ ἐξελάθοντο τῶν βοῶν καὶ τὴν φυλακὴν ἀπώλεσαν· εἶτα δ' ἀπελαύνει πόρτιος δώδεκα καὶ ἑκατὸν βοῦς ἄζυγας καὶ ταῦρον, ὃς ταῖς βουσὶν ἐπέβαινεν. ἐξῆπτε δὲ ἐκ τῆς οὐρᾶς πρὸς ἕκαστον ὕλην, ὡς ἂν τὰ ἰχνὴ τῶν βοῶν ἀφανίσῃ· καὶ ἤγεν αὐτὰς ἐλαύνων διὰ τε Πελασγῶν καὶ δι' Ἀχαΐας τῆς Φθιώτιδος καὶ διὰ Λοκρίδος καὶ Βοιωτίας καὶ Μεγαρίδος καὶ ἐντεύθεν εἰς Πελοπόννησον διὰ Κορίνθον καὶ Λαρίσσης ἄχρι Τεγέας. καὶ ἐντεύθεν παρὰ τὸ Λύκαιον ὄρος ἐπορεύετο καὶ παρὰ τὸ Μαινάλιον καὶ τὰς λεγομένας Βάττου σκοπίας. ὧκει δὲ ὁ Βάττος οὗτος ἐπ' ἄκρω τῷ σκοπέλῳ, καὶ ἐπεὶ τῆς φωνῆς ἤκουσε παρελαυνο- μένων τῶν μύσχων, προελθὼν ἐκ τῶν οἰκίων ἔγνω περὶ τῶν βοῶν, ὅτι κλοπιμαίας ἄγει· καὶ μισθὸν ἠτήσεν, ἵνα πρὸς μηδένα φράσῃ περὶ αὐτῶν. Ἑρμῆς δὲ δώσειν ἐπὶ τούτοις ὑπέσχετο, καὶ ὁ Βάττος ὤμοσε περὶ τῶν βοῶν πρὸς μηδένα κατερεῖν. ἐπεὶ δὲ αὐτὰς Ἑρμῆς ἐκρύψεν ἐν τῷ πηγῷνι παρὰ τὸ Κορυφάσιον, εἰς τὸ σπήλαιον εἰσελάσας ἀντικρὺς Ἰταλίας καὶ Σικε- λίας, αὐθὶς ἤφικετο πρὸς τὸν Βάττον ἀλλάξας ἑαυτὸν καὶ πειρώμενος, εἰ αὐτῷ συμφένειν ἐπὶ τοῖς ὀρκίοις ἐθέλει. διδὼν δὲ μισθὸν χλαῖναν ἐπυνθάνετο παρ’ αὐτοῦ, εἰ μὴ κλοπιμαίας βοῦς ἔγνω παρελθεῖσας. ὁ δὲ Βάττος