Ancient Greek
177
Antimachus Eleg. et Epic., Fragmenta 177
Unproofread scanNot analysed yet
Ἡσίοδος ποιήματα δὲ αὐτοῦ ταῦτα· περὶ τῶν Ἰδαίων Δακτύλων. Τινὲς δὲ μυθικώτερον τῶν Ἰδαίων καλουμένων δακτύλων σοφοὺς τινὰς πρώτους γενέσθαι λέγουσιν, εἰς οὓς ἢ τε τῶν Ἑρεσίων λεγομένων γραμμάτων καὶ ἢ τῶν κατὰ μουσικὴν εὑρεσις ὁυθμῶν ἀναφέρεται. δι’ ἣν αἰτίαν οἱ παρὰ τοῖς μουσικοῖς δάκτυλοι τὴν προσηγορίαν εἴληφασί. Φρύγες δὲ ἦσαν καὶ βάρβαροι οἱ Ἴδαιοι δάκτυλοι. Κέλυμις τε αὐ καὶ Σαμναμενεὺς οἱ τῶν Ἰδαίων δακτύλων πρῶτοι σίδηρον εὗρον ἐν Κύπρῳ, Μέλας δὲ κτλ. Δέλας δὲ ἄλλος Ἰδαῖος εὗρε χαλκοῦ κράσιν, ὡς δὲ Ἡσίοδος, Σκύθης. Θαῦμά μ' ἔχει κατὰ θυμόν· ὅσους ἑρινεὸς ὀλύνθους οὗτος ἔχει μικρὸς περ ἔων· εἴποις ἂν ἀριθμόν· Μύριοι εἰσὶν ἀριθμόν, ἀτὰρ μέτρον γε μέδιμνος· εἰς δὲ περιστένει, τὸν ἐπενθέμεν οὐκ κε δύναιο. ὡς φάτο· καὶ σφιν ἀριθμὸς ἐτήτυμος εἴδετο μέτρον· καὶ τότε δὴ Κάλχανθ' ὕπνος θανάτοιο κάλυψε. λέγεται δὲ Κάλχας ὁ μάντις μετ' Ἀμφιλόχου τοῦ Ἀμφιαράου κατὰ τὴν ἐκ Τροίας ἐπάνοδον πεζῇ δεῦρὸ ἀφικέσθαι, περιτυχόν δ' ἑαυτῷ κρείττονι μάντει κατὰ τὴν Κλάρον, Μούσῳ τῷ Μαντοῦς τῆς Τειρεσίου θυγατρός, διὰ λύπην ἀποθανεῖν. Ἡσίοδος μὲν οὖν οὕτω πῶς διασκευάζει τὸν μῦθον· προτεῖναι γάρ τι τοιοῦτο τῷ Μούσῳ τὸν Κάλχαντα „Θαῦμα ἀριθμόν“· τὸν δ' ἀποκρίνασθαι „μύριοι κάλυψε“ ἥσσω μοι ἔχειν αἰῶνα βίοιο ῶφελλες δοῦναι καὶ ἴσα φρεσὶ μῦδεα ἴδμεν θνητοῖς ἀνθρώποις· νῦν δ’ οὐδέ με τυτθὸν ἐτισας, ὃς γέ με μακρὸν ἔθηκας ἔχειν αἰῶνα βίοιο ἑπτὰ τ’ ἐπὶ ζωὴν γενεὰς μερόπων ἀνθρώπων. πέμπελον] τὸν ὑπέργηρον νῦν δὲ τὸν Τειρεσίαν λέγει, ἐπειδὴ φασιν αὐτὸν ἑπτὰ γενεὰς ζῆσαι· ἄλλοι δὲ ἐννέα· ἀπὸ γὰρ Κάδμου ἦν καὶ κατωτέρω’Ετεοκλέους καὶ Πολυνείκους, ὡς φησι καὶ ὁ τῆς Μελαμποδίας ποιητής· παρεισάγει γὰρ τὸν Τειρεσίαν λέγοντα ἀνθρώπων“. Οἴην μὲν