Ancient Greek
184
Antimachus Eleg. et Epic., Fragmenta 184
Unproofread scanNot analysed yet
δὲ σκῆπτρον ἀείρας, ἔστειχεν Φύλακος καὶ ἐνὶ δωμέσσιν ἔειπεν. ’Ησίοδος δ’ ἐν τῷ δευτέρῳ Μελαμποδείας σὺν τῷ π σκύφον λέγει „τῷ ἄνακτι“. καὶ πάλιν „καὶ τότε ἔειπεν“. Ἀχρίσιος μὲν Ἀργους βασιλεύει. Προῖτος δὲ Τίρυνθος. καὶ γίνεται Ἀχρισίῳ μὲν ἐξ Εὐρυδίκης τῆς Λακεδαίμονος Λανή, Προίτῳ δὲ ἐκ Σθενεβοίας¹) Ἰφινόη Λυσίππη Ἰφιάνασσα· αὗται δὲ ὡς ἐτελειώθησαν, ἐμάνησαν, ὡς μὲν Ἡσίοδος φησιν, ὅτι τὰς Διονύσου τελετὰς οὐ κατεδέχοντο. ’Ησίοδος δ’ ἐν τρίτῳ Μελαμποδείας τὴν ἐν Εὐβοίᾳ Χαλκίδα καλλιγύναικα εἶπεν. Ἡσίοδος δ' ἐν Σόλοις ὑπὸ Ἀπόλλωνος ἀναιρεθῆναι τὸν Ἀμφίλοχον φησίν. Μάντις δ' οὐδεὶς ἐστὶν ἐπιχθονίων ἀνθρώπων, ὅστις ἂν εἰδείη Ζηνὸς νόον αἰγίοχοιο. Ἀλλὰ καὶ