Ancient Greek
199
Antimachus Eleg. et Epic., Fragmenta 199
Unproofread scanNot analysed yet
μὲν ἀφθαρτα διαμένειν, τὰ δὲ πάλιν φθείρεσθαι, μάλιστα μὲν οἱ περὶ Ἡσίοδον, εἶτα καὶ τῶν ἄλλων οἱ πρῶτοι φυσιολογήσαντες. Ἄλλὰ μὴν καὶ τὸν οὐρανὸν πρῶτον ὀνομάσαι κόσμον καὶ τὴν γῆν στρογγύλην (Πυθαγόραν), ὡς δὲ Θεό- φραστος, Παρμενίδην, ὡς δὲ Ζήνων, Ἡσίοδον. Οὐρανίη δ᾽ ἄρ᾽ ἔτικτε Λίνον πολυήρατον υἱόν. ὃν δὴ ὅσοι βροτοὶ εἰσὶν ἀοιδοὶ καὶ κιθαρισταὶ πάντες μὲν θρηνοῦσιν ἐν εἰλαπίναῖς τε χοροῖς τε. ἀρχόμενοι τε Λίνον καὶ λήγοντες καλέουσι. Σ, καὶ Ἡσίοδος „Οὐρανίη Παντοίας σοφίας δεδαηκότα. Ἡσίοδος γὰρ τὸν κιθαριστὴν Λίνον παντοίας σοφίας δεδαηκότα εἰπὼν καὶ