Ancient Greek
246
Antimachus Eleg. et Epic., Fragmenta 246
Unproofread scanNot analysed yet
καὶ δασύνεται, ἐκ τοῦ εἴργω τὸ κωλύω, τροπὴ τῆς εἰ διφθόγγου εἰς α. Ἡσίοδος. ἄρκυς ἄφυζαν. Φ πεφυζότες] ὅθεν ἄφυζαν τὸν λέοντα Ἡσίοδός φησιν. ἀπὸ τοῦ φύζα· ὅθεν ἄφυζαν Ἴωνες ἐκάλουν τὸν λέοντα. βρι. παραδείγμασι δὲ χρῶνται τοῦ μὲν ποιητοῦ τῷ κρι καὶ δῶ καὶ μᾶν Ἡσιόδου δέ, ὅτι τὸ βριθὺ καὶ βριαρὸν βρι λέγει. ὅτων. Ἰστέον ὅτι ὅτου καὶ οὐτινος εὑρίσκεται καὶ ὅτω καὶ ὅτινι, γενικῇ καὶ δοτικῇ μόνως· αἱ δὲ ἄλλαι πτώσεις οὐκ ἐν χρήσει εἰσίν. εὑρίσκεται δὲ καὶ παρ' Ἡσιόδῳ μόνῃ καὶ γενικῇ τῶν πτώσεων πληθυντικῶν ἐν χρήσει, ὅτων ἀντὶ τοῦ¹, ὧντινων. καὶ ὅτων ἀντὶ τοῦ ὧντινων παρὰ Ἡσιόδῳ μόνῳ εὑρίσκεται ἐν χρήσει. πρόχριν. Ἡσίοδος δὲ τὸ πρόχριν παρὰ τὸ κρισις, πρόκρισις, προκρίσιν καὶ ἐν συγκοπῇ πρόχριν²). τέττορες. τέττορας ὀσρικῶς λεχθέν, οὐ εὐθεία κεῖται παρ' Ἡσιόδῳ.