Ancient Greek
254
Antimachus Eleg. et Epic., Fragmenta 254
Unproofread scanNot analysed yet
δὲ κατὰ γλῶτταν τὸ καθαρόν, ὡς καὶ Ἡλιόδωρος „φοῖβον ροήσι“. Ἱστορεῖ δὲ καὶ Ἡσίοδος καὶ Δικαίαρχος καὶ Κλέαρχος καὶ Καλλίμαχος καὶ ἄλλοι τινὲς περὶ Τειρεσίου τάδε. Οἱ αὐτοὶ ἱστοροῦσιν κατὰ τὴν Λαπίθων χώραν γενέσθαι Ἐλάτῳ τῷ βασιλεῖ θυγατέρα, ὀνομαζομένην Καίνίδα· ταύτῃ δὲ Ποσειδῶνα μιγέντα ἐπαγγείλασθαι ποιῆσιν αὐτὴν ὅ ἀν ἐθέλῃ, τὴν δὲ ἀξιῶσαι μεταλλάξαι αὐτὴν εἰς ἄνδρα, ποιῆσαι τε ἄτρωτον. τοῦ δὲ Ποσειδῶνος κατὰ τὸ ἀξιωθὲν ποιήσαντος μετονομασθῆναι Καινέα. Καὶ ἀτασθαλίῃσι νόοιο. ἀτασθαλία· ἡ περὶ τὸν οἶνον ἀταξία· „καὶ νόοιο“, οὕτως ἐν Ἡσιόδῳ. ἀτασθαλία· ἁμαρτία, ἀδικία· κυρίως μὲν ἡ παρὰ τὴν θάλειαν ἄτη, βλάβη, ὡς παροινία ἡ παρὰ τὸν οἶνον ἀταξία. ἡ παρὰ τὸ τῇ ἄτῃ θάλλειν καὶ αὐξάνεσθαι. Ὀμηρος, „κεῖνοι δὲ σφετέροισιν ἀτασθαλίῃσιν ὀλοντο“ ἀτασθαλία· ἡ περὶ τὸν οἶνον ἀταξία. καὶ Ὅμηρος, ἀτασθαλίῃσιν νόοιο. „ἀἰδοείῃσι νόοιο“ Μηδὲ δίχην δικάσης, πρὶν ἂν