Ancient Greek
36
Antimachus Eleg. et Epic., Fragmenta 36
Unproofread scanNot analysed yet
ὡς δὲ ἀπετύγχανεν, προλαβοῦσα τὸν Πηλέα τῷ ἀνδρὶ κατηγορεῖ ὅτι ἤθελεν αὐτῇ συνελθεῖν. ὁ δὲ δεξάμενος τὸν Πηλέα ὡς ἐπὶ θήραν εἰς τὸ Πήλιον κατέλειψεν, ἵνα ὑπὸ θηρίων διαφθαρή. ἐπιστὰς δὲ ὁ Ἐρμῆς ἢ, ὡς τινες, Χείρων ἔδωκεν αὐτῷ ἡφαιστότευκτον μάχαιραν. καὶ τὰ ἐπιτυγχάνοντα θηρία ἀναιρῶν ἦλθεν εἰς τὴν πόλιν καὶ ἀνεῖλεν Ἄκαστον καὶ τὴν αὐτοῦ τοῦ Ἄκαστου γυναῖκα. Ἥδε δὲ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή· αὐτὸν μὲν σχεῖσθαι, κρύψαι δ’ ἀδόκητα μάχαιραν καλὴν, ἣν οἱ ἔτευξε περιχλυτὸς Ἀμφιγυνίης· ὡς τὴν μαστεύων οἶος κατὰ Πήλιον αἰπὺ αἴω’ ὑπὸ Κενταύροισιν ὀρεσφόροισι δαμεῖη. ταῦτα δὲ ἱστοροῦσι πολλοὶ μέν, ἀτὰρ δὴ καὶ Ἡσίοδος λέγων οὕτως „ἥδε δαμεῖη“. μ, Τυρῶ ἢ Σαλμωνέως ἔχουσα δύο παῖδας ἐκ Ποσειδῶνος, Νηλέα τε καὶ Πελίαν, ἐγὼμε Κορηθέα. καὶ ἴσχει παῖδας ἐξ αὐτοῦ τρεῖς, Αἴσωνα καὶ