Ancient Greek
47
Antimachus Eleg. et Epic., Fragmenta 47
Unproofread scanNot analysed yet
"Αργος ἄνυδρον ἔον Δαναὸς ποίησεν ἐνυδρον. Πολυδίψιον δὲ τὸ "Αργος καλεῖ ἢ ὡς πάνυ ποθούμενον "Ἑλλήσιν ἢ ὅτι μυθεῦεται ἄνυδρὸν ποτε εἶναι, ὕστερον μέντοι ἐνυδρον γενέσθαι Ποσειδῶνος ἀναβόησαντος τὰς ἐν Λέρνῃ πηγὰς διὰ τὸν τῆς Ἀμυμώνης ἔρωτα, ἐξ ἧς καὶ Ἀμυμώνια ἐν "Αργεὶ ὕδατα· ἢ καὶ ἀπὸ τῶν Δαναΐδων, αἱ παραγενομέναι ἐξ Αἰγύπτου φρεσφρυχίαν ἐδίδασκον, ὡς Ἡσίοδος „"Αργος ἐνυδρον“. „"Αργος ἄνυδρον ἔον Δαναοὶ θέσαν "Αργος ἐνυδρον“. περὶ δὲ τῶν μυθουμένων πηγῶν εἴρηται διότι πλάσματα ποιητῶν ἐστί· πλάσμα δὲ καὶ τὸ „"Αργος ἄνυδρον ἔον Δαναοὶ²) θέσαν "Αργος ἐνυδρον“. δίψιον "Αργος. ³)