Ancient Greek
Epistle 1
Antiochus Epistolographus, Epistulae 1
Not analysed yet
α′. Βασιλεὺς Ἀντίοχος Πτολεμαίῳ χαίρειν. Τῶν Ἰουδαίων καὶ παραυτίκα μέν, ἡνίκα τῆς χώρας ἐπέβημεν αὐτῶν, ἐπιδειξαμένων τὸ πρὸς ἡμᾶς φιλότιμον, καὶ παραγενομένους δʼ εἰς τὴν πόλιν λαμπρῶς ἐκδεξαμένων καὶ μετὰ μὲν τῆς γερουσίας ἀπαντησάντων, ἄφθονον δὲ τὴν χορηγίαν τοῖς στρατιώταις καὶ τοῖς ἐλέφασι παρεσχημένων, συνεξελόντων δὲ καὶ τοὺς ἐν τῇ ἄκρᾳ φρουροὺς τῶν Αἰγυπτίων, ἠξιώσαμεν καὶ ἡμεῖς τούτων αὐτοὺς ἀμείψασθαι καὶ τὴν πόλιν αὐτῶν ἀναλαβεῖν κατεφθαρμένην ὑπὸ τῶν περὶ τοὺς πολέμους συμπεσόντων, καὶ συνοικίσαι τῶν διεσπαρμένων εἰς αὐτὴν πάλιν συνελθόντων. πρῶτον δʼ αὐτοῖς ἐκρίναμεν διὰ τὴν εὐσέβειαν παρασχεῖν τὴν εἰς τὰς θυσίας σύνταξιν, κτηνῶν τε θυσίμων καὶ οἴνου καὶ ἐλαίου καὶ λιβάνου, ἀργυρίου τιμὴν μυριάδας δύο, καὶ σεμιδάλεως ἀρτάβας ἱερὰς ἕξ κατὰ τὸν ἐπιχώριον νόμον, καὶ πυρῶν μεδίμνους χιλίους τετρακοσίους καὶ ἑξήκοντα, καὶ ἀλῶν μεδίμνους τριακοσίους ἑβδομήκοντα πέντε. τελεῖσθαι δʼ αὐτοῖς ταῦτα βούλομαι καθὼς ἐπέσταλκα, καὶ τὸ περὶ τὸ ἱερὸν ἀπαρτισθῆναι ἔργον, τάς τε στοὰς καὶ εἴ τι ἕτερον οἰκοδομῆσαι δέοι. ἡ δὲ τῶν ξύλων ὕλη κατακομιζέσθω ἐξ αὐτῆς τε τῆς Ἰουδαίας καὶ ἐκ τῶν ἄλλων ἐθνῶν καὶ ἐκ τοῦ Διβάνου μηδενὸς εἰσπρασσομένου τέλους· ὁμοίως δὲ καὶ ἐν τοῖς ἄλλοις ἐν οἷς ἂν ἐπιφανεστέραν γίνεσθαι τὴν τοῦ ἱεροῦ ἐπισκευὴν δέη. πολιτευέσθωσαν δὲ πάντες οἱ ἐκ τοῦ ἔθνους κατὰ τοὺς πατρῴους νόμους, ἀπολυέσθω δὲ ἡ γερουσία καὶ οἱ ἱερεῖς καὶ οἱ γραμματεῖς τοῦ ἱεροῦ καὶ οἱ ἱεροψάλται ὧν ὑπὲρ τῆς κεφαλῆς τελοῦσι καὶ τοῦ στεφανίτου φόρου καὶ τοῦ ὑπὲρ τῶν ἄλλων. ἵνα δὲ θᾶττον ἡ πόλις κατοικισθῇ; δίδωμι τοῖς τε νῦν κατοικοῦσι καὶ κατελευσομένοις ἕως τοῦ Ὑπερβερεταίου μηνὸς ἀτελέσιν εἶναι μέχρι τριῶν ἐτῶν. ἀπολύομεν δὲ καὶ εἰς τὸ λοιπὸν αὐτοὺς τοῦ τρίτου μέρους τῶν φόρων, ὥστε αὐτῶν ἐπανορθωθῆναι τὴν βλάβην. καὶ ὅσοι ἐκ τῆς πόλεως ἁρπαγέντες δουλεύουσιν, αὐτούς τε τούτους καὶ τοὺς ὑπ αὐτῶν γεννηθέντας ἐλευθέρους ἀφίεμεν, καὶ τὰς οὐσίας αὐτοῖς ἀποδίδοσθαι κελεύομεν.