Ancient Greek
Dfhg-Source dfhg1_ANTIOCHUS
ANTIOCHUS, Fragmenta 6
Not analysed yet
Φησὶ δ ̓ Ἀντίοχος, ἐν τῷ περὶ τῆς Ἰταλίας συγγράμματι, ταύτην Ἰταλίαν κληθῆναι, καὶ περὶ ταύτης συγγράφειν, πρότερον δ ̓ Οἰνωτρίαν προσαγορεύεσθαι. Ὅριον δ ̓ αὐτῆς ἀποφαίνει πρὸς μὲν τῷ Τυῤῥηνικῷ πελάγει, τὸ αὐτὸ ὅπερ καὶ τῆς Βρεττίας ἔφαμεν, τὸν Λᾶον ποταμόν· πρὸς δὲ τῷ Σικελικῷ, τὸ Μεταπόντιον. Τὴν δὲ Ταραντίνην, ἣ συνεχὴς τῷ Μεταποντίῳ ἐστὶν, ἐκτὸς τῆς Ἰταλίας ἀνομάζει, Ἰάπυγας καλῶν. Ἔτι δ ̓ ἀνώτερον, Οἰνωτρούς τε καὶ Ἰταλοὺς μόνους ἔφη καλεῖσθαι τοὺς ἐντὸς τοῦ ἰσθμοῦ πρὸς τὸν Σικελικὸν κεκλιμένους πορθμόν. Ἔστι δ ̓ αὐτὸς ὁ ἰσθμὸς ἑκατὸν καὶ ἑξήκοντα στάδιοι, μεταξὺ δυοῖν κόλπων, τοῦ τε Ἱππωνιάτου, ὃν Ἀντίοχος Ναπιτῖνον εἴρηκε, καὶ τοῦ Σκυλλητικοῦ. Περίπλους δ ̓ ἐστὶ τῆς ἀπολαμβανομένης χώρας πρὸς τὸν πορθμὸν ἐντὸς, στάδιοι δισχιλίοι. Μετὰ δὲ ταῦτα, ἐπεκτείνεται (φησὶ) τοὔνομα καὶ τὸ τῆς Ἰταλίας, καὶ τὸ τῶν Οἰνωτρῶν, μέχρι τῆς Μεταποντίνης καὶ τῆς Σειρίτιδος· οἰκῆσαι γὰρ τοὺς τόπους τούτους Χῶνας, Οἰνωτρικὸν ἔθνος κατακοσμούμενον, καὶ τὴν γῆν ὀνομάσαι Χώνην. Οὗτος μὲν οὗν ἁπλουστέρως εἴρηκε καὶ ἀρχαϊκῶς, οὐδὲν διορίσας περὶ τῶν Λευκανῶν καὶ τῶν Βρεττίων.